Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἐν καθαρῷ, ὅθι κύματʼ ἐπʼ ἠϊόνος κλύζεσκον·
  2. εὖτε τὸν ὕπνος ἔμαρπτε λύων μελεδήματα θυμοῦ
  3. νήδυμος ἀμφιχυθείς· μάλα γὰρ κάμε φαίδιμα γυῖα
  4. Ἕκτορʼ ἐπαΐσσων προτὶ Ἴλιον ἠνεμόεσσαν·
  5. ἦλθε δʼ ἐπὶ ψυχὴ Πατροκλῆος δειλοῖο
  6. πάντʼ αὐτῷ μέγεθός τε καὶ ὄμματα κάλʼ ἐϊκυῖα
  7. καὶ φωνήν, καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο·
  8. στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·
  9. εὕδεις, αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ Ἀχιλλεῦ.
  10. οὐ μέν μευ ζώοντος ἀκήδεις, ἀλλὰ θανόντος·
  11. θάπτέ με ὅττι τάχιστα πύλας Ἀΐδαο περήσω.
  12. τῆλέ με εἴργουσι ψυχαὶ εἴδωλα καμόντων,
  13. οὐδέ μέ πω μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν,
  14. ἀλλʼ αὔτως ἀλάλημαι ἀνʼ εὐρυπυλὲς Ἄϊδος δῶ.
  15. καί μοι δὸς τὴν χεῖρʼ· ὀλοφύρομαι, οὐ γὰρ ἔτʼ αὖτις
  16. νίσομαι ἐξ Ἀΐδαο, ἐπήν με πυρὸς λελάχητε.
  17. οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων
  18. βουλὰς ἑζόμενοι βουλεύσομεν, ἀλλʼ ἐμὲ μὲν κὴρ
  19. ἀμφέχανε στυγερή, ἥ περ λάχε γιγνόμενόν περ·
  20. καὶ δὲ σοὶ αὐτῷ μοῖρα, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,