Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. χάλκεον, ᾧ πέρι χεῦμα φαεινοῦ κασσιτέροιο
  2. ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιος ἔσται.
  3. ἦ ῥα, καὶ Αὐτομέδοντι φίλῳ ἐκέλευσεν ἑταίρῳ
  4. οἰσέμεναι κλισίηθεν· ὃ δʼ ᾤχετο καί οἱ ἔνεικεν,
  5. Εὐμήλῳ δʼ ἐν χερσὶ τίθει· ὃ δὲ δέξατο χαίρων.
  6. τοῖσι δὲ καὶ Μενέλαος ἀνίστατο θυμὸν ἀχεύων
  7. Ἀντιλόχῳ ἄμοτον κεχολωμένος· ἐν δʼ ἄρα κῆρυξ
  8. χειρὶ σκῆπτρον ἔθηκε, σιωπῆσαί τε κέλευσεν
  9. Ἀργείους· ὃ δʼ ἔπειτα μετηύδα ἰσόθεος φώς·
  10. Ἀντίλοχε πρόσθεν πεπνυμένε ποῖον ἔρεξας.
  11. ᾔσχυνας μὲν ἐμὴν ἀρετήν, βλάψας δέ μοι ἵππους
  12. τοὺς σοὺς πρόσθε βαλών, οἵ τοι πολὺ χείρονες ἦσαν.
  13. ἀλλʼ ἄγετʼ Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
  14. ἐς μέσον ἀμφοτέροισι δικάσσατε, μὴ δʼ ἐπʼ ἀρωγῇ,
  15. μή ποτέ τις εἴπῃσιν Ἀχαιῶν χαλκοχιτώνων·
  16. Ἀντίλοχον ψεύδεσσι βιησάμενος Μενέλαος
  17. οἴχεται ἵππον ἄγων, ὅτι οἱ πολὺ χείρονες ἦσαν
  18. ἵπποι, αὐτὸς δὲ κρείσσων ἀρετῇ τε βίῃ τε.
  19. εἰ δʼ ἄγʼ ἐγὼν αὐτὸς δικάσω, καί μʼ οὔ τινά φημι
  20. ἄλλον ἐπιπλήξειν Δαναῶν· ἰθεῖα γὰρ ἔσται.