Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἔβλαβεν ἐν πεδίῳ, αἳ κεῖσέ γε φέρτεραι ἦσαν·
  2. ἤτοι γὰρ τὰς πρῶτα ἴδον περὶ τέρμα βαλούσας,
  3. νῦν δʼ οὔ πῃ δύναμαι ἰδέειν· πάντῃ δέ μοι ὄσσε
  4. Τρωϊκὸν ἂμ πεδίον παπταίνετον εἰσορόωντι·
  5. ἦε τὸν ἡνίοχον φύγον ἡνία, οὐδὲ δυνάσθη
  6. εὖ σχεθέειν περὶ τέρμα καὶ οὐκ ἐτύχησεν ἑλίξας·
  7. ἔνθά μιν ἐκπεσέειν ὀΐω σύν θʼ ἅρματα ἆξαι,
  8. αἳ δʼ ἐξηρώησαν, ἐπεὶ μένος ἔλλαβε θυμόν.
  9. ἀλλὰ ἴδεσθε καὶ ὔμμες ἀνασταδόν· οὐ γὰρ ἔγωγε
  10. εὖ διαγιγνώσκω· δοκέει δέ μοι ἔμμεναι ἀνὴρ
  11. Αἰτωλὸς γενεήν, μετὰ δʼ Ἀργείοισιν ἀνάσσει
  12. Τυδέος ἱπποδάμου υἱὸς κρατερὸς Διομήδης.
  13. τὸν δʼ αἰσχρῶς ἐνένιπεν Ὀϊλῆος ταχὺς Αἴας·
  14. Ἰδομενεῦ τί πάρος λαβρεύεαι; αἳ δέ τʼ ἄνευθεν
  15. ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται.
  16. οὔτε νεώτατός ἐσσι μετʼ Ἀργείοισι τοσοῦτον,
  17. οὔτέ τοι ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε·
  18. ἀλλʼ αἰεὶ μύθοις λαβρεύεαι· οὐδέ τί σε χρὴ
  19. λαβραγόρην ἔμεναι· πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι.
  20. ἵπποι δʼ αὐταὶ ἔασι παροίτεραι, αἳ τὸ πάρος περ,