Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον.
  2. ἱππεῦσιν μὲν πρῶτα ποδώκεσιν ἀγλάʼ ἄεθλα
  3. θῆκε γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργα ἰδυῖαν
  4. καὶ τρίποδʼ ὠτώεντα δυωκαιεικοσίμετρον
  5. τῷ πρώτῳ· ἀτὰρ αὖ τῷ δευτέρῳ ἵππον ἔθηκεν
  6. ἑξέτεʼ ἀδμήτην βρέφος ἡμίονον κυέουσαν·
  7. αὐτὰρ τῷ τριτάτῳ ἄπυρον κατέθηκε λέβητα
  8. καλὸν τέσσαρα μέτρα κεχανδότα λευκὸν ἔτʼ αὔτως·
  9. τῷ δὲ τετάρτῳ θῆκε δύω χρυσοῖο τάλαντα,
  10. πέμπτῳ δʼ ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκε.
  11. στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
  12. Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ
  13. ἱππῆας τάδʼ ἄεθλα δεδεγμένα κεῖτʼ ἐν ἀγῶνι.
  14. εἰ μὲν νῦν ἐπὶ ἄλλῳ ἀεθλεύοιμεν Ἀχαιοὶ
  15. ἦ τʼ ἂν ἐγὼ τὰ πρῶτα λαβὼν κλισίην δὲ φεροίμην.
  16. ἴστε γὰρ ὅσσον ἐμοὶ ἀρετῇ περιβάλλετον ἵπποι·
  17. ἀθάνατοί τε γάρ εἰσι, Ποσειδάων δὲ πόρʼ αὐτοὺς
  18. πατρὶ ἐμῷ Πηλῆϊ, ὃ δʼ αὖτʼ ἐμοὶ ἐγγυάλιξεν.
  19. ἀλλʼ ἤτοι μὲν ἐγὼ μενέω καὶ μώνυχες ἵπποι·
  20. τοίου γὰρ κλέος ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο