Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἐν μέσσῃ γὰρ ἔκειτο πυρῇ, τοὶ δʼ ἄλλοι ἄνευθεν
  2. ἐσχατιῇ καίοντʼ ἐπιμὶξ ἵπποι τε καὶ ἄνδρες.
  3. καὶ τὰ μὲν ἐν χρυσέῃ φιάλῃ καὶ δίπλακι δημῷ
  4. θείομεν, εἰς ὅ κεν αὐτὸς ἐγὼν Ἄϊδι κεύθωμαι.
  5. τύμβον δʼ οὐ μάλα πολλὸν ἐγὼ πονέεσθαι ἄνωγα,
  6. ἀλλʼ ἐπιεικέα τοῖον· ἔπειτα δὲ καὶ τὸν Ἀχαιοὶ
  7. εὐρύν θʼ ὑψηλόν τε τιθήμεναι, οἵ κεν ἐμεῖο
  8. δεύτεροι ἐν νήεσσι πολυκλήϊσι λίπησθε.
  9. ὣς ἔφαθʼ, οἳ δʼ ἐπίθοντο ποδώκεϊ Πηλεΐωνι.
  10. πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ
  11. ὅσσον ἐπὶ φλὸξ ἦλθε, βαθεῖα δὲ κάππεσε τέφρη·
  12. κλαίοντες δʼ ἑτάροιο ἐνηέος ὀστέα λευκὰ
  13. ἄλλεγον ἐς χρυσέην φιάλην καὶ δίπλακα δημόν,
  14. ἐν κλισίῃσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν·
  15. τορνώσαντο δὲ σῆμα θεμείλιά τε προβάλοντο
  16. ἀμφὶ πυρήν· εἶθαρ δὲ χυτὴν ἐπὶ γαῖαν ἔχευαν,
  17. χεύαντες δὲ τὸ σῆμα πάλιν κίον. αὐτὰρ Ἀχιλλεὺς
  18. αὐτοῦ λαὸν ἔρυκε καὶ ἵζανεν εὐρὺν ἀγῶνα,
  19. νηῶν δʼ ἔκφερʼ ἄεθλα λέβητάς τε τρίποδάς τε
  20. ἵππους θʼ ἡμιόνους τε βοῶν τʼ ἴφθιμα κάρηνα,