Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. δώδεκα μὲν Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς
  2. τοὺς ἅμα σοὶ πάντας πῦρ ἐσθίει· Ἕκτορα δʼ οὔ τι
  3. δώσω Πριαμίδην πυρὶ δαπτέμεν, ἀλλὰ κύνεσσιν.
  4. ὣς φάτʼ ἀπειλήσας· τὸν δʼ οὐ κύνες ἀμφεπένοντο,
  5. ἀλλὰ κύνας μὲν ἄλαλκε Διὸς θυγάτηρ Ἀφροδίτη
  6. ἤματα καὶ νύκτας, ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ
  7. ἀμβροσίῳ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.
  8. τῷ δʼ ἐπὶ κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλων
  9. οὐρανόθεν πεδίον δέ, κάλυψε δὲ χῶρον ἅπαντα
  10. ὅσσον ἐπεῖχε νέκυς, μὴ πρὶν μένος ἠελίοιο
  11. σκήλειʼ ἀμφὶ περὶ χρόα ἴνεσιν ἠδὲ μέλεσσιν.
  12. οὐδὲ πυρὴ Πατρόκλου ἐκαίετο τεθνηῶτος·
  13. ἔνθʼ αὖτʼ ἀλλʼ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·
  14. στὰς ἀπάνευθε πυρῆς δοιοῖς ἠρᾶτʼ ἀνέμοισι
  15. Βορέῃ καὶ Ζεφύρῳ, καὶ ὑπίσχετο ἱερὰ καλά·
  16. πολλὰ δὲ καὶ σπένδων χρυσέῳ δέπαϊ λιτάνευεν
  17. ἐλθέμεν, ὄφρα τάχιστα πυρὶ φλεγεθοίατο νεκροί,
  18. ὕλη τε σεύαιτο καήμεναι. ὦκα δὲ Ἶρις
  19. ἀράων ἀΐουσα μετάγγελος ἦλθʼ ἀνέμοισιν.
  20. οἳ μὲν ἄρα Ζεφύροιο δυσαέος ἀθρόοι ἔνδον