Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
  2. αὐτίκα λαὸν μὲν σκέδασεν κατὰ νῆας ἐΐσας,
  3. κηδεμόνες δὲ παρʼ αὖθι μένον καὶ νήεον ὕλην,
  4. ποίησαν δὲ πυρὴν ἑκατόμπεδον ἔνθα καὶ ἔνθα,
  5. ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν ἀχνύμενοι κῆρ.
  6. πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς
  7. πρόσθε πυρῆς ἔδερόν τε καὶ ἄμφεπον· ἐκ δʼ ἄρα πάντων
  8. δημὸν ἑλὼν ἐκάλυψε νέκυν μεγάθυμος Ἀχιλλεὺς
  9. ἐς πόδας ἐκ κεφαλῆς, περὶ δὲ δρατὰ σώματα νήει.
  10. ἐν δʼ ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆας
  11. πρὸς λέχεα κλίνων· πίσυρας δʼ ἐριαύχενας ἵππους
  12. ἐσσυμένως ἐνέβαλλε πυρῇ μεγάλα στεναχίζων.
  13. ἐννέα τῷ γε ἄνακτι τραπεζῆες κύνες ἦσαν,
  14. καὶ μὲν τῶν ἐνέβαλλε πυρῇ δύο δειροτομήσας,
  15. δώδεκα δὲ Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς
  16. χαλκῷ δηϊόων· κακὰ δὲ φρεσὶ μήδετο ἔργα·
  17. ἐν δὲ πυρὸς μένος ἧκε σιδήρεον ὄφρα νέμοιτο.
  18. ᾤμωξέν τʼ ἄρʼ ἔπειτα, φίλον δʼ ὀνόμηνεν ἑταῖρον·
  19. χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι·
  20. πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην,