Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἔκδεον ἡμιόνων· ταὶ δὲ χθόνα ποσσὶ δατεῦντο
  2. ἐλδόμεναι πεδίοιο διὰ ῥωπήϊα πυκνά.
  3. πάντες δʼ ὑλοτόμοι φιτροὺς φέρον· ὡς γὰρ ἀνώγει
  4. Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.
  5. κὰδ δʼ ἄρʼ ἐπʼ ἀκτῆς βάλλον ἐπισχερώ, ἔνθʼ ἄρʼ Ἀχιλλεὺς
  6. φράσσατο Πατρόκλῳ μέγα ἠρίον ἠδὲ οἷ αὐτῷ.
  7. αὐτὰρ ἐπεὶ πάντῃ παρακάββαλον ἄσπετον ὕλην
  8. ἥατʼ ἄρʼ αὖθι μένοντες ἀολλέες. αὐτὰρ Ἀχιλλεὺς
  9. αὐτίκα Μυρμιδόνεσσι φιλοπτολέμοισι κέλευσε
  10. χαλκὸν ζώννυσθαι, ζεῦξαι δʼ ὑπʼ ὄχεσφιν ἕκαστον
  11. ἵππους· οἳ δʼ ὄρνυντο καὶ ἐν τεύχεσσιν ἔδυνον,
  12. ἂν δʼ ἔβαν ἐν δίφροισι παραιβάται ἡνίοχοί τε,
  13. πρόσθε μὲν ἱππῆες, μετὰ δὲ νέφος εἵπετο πεζῶν
  14. μυρίοι· ἐν δὲ μέσοισι φέρον Πάτροκλον ἑταῖροι.
  15. θριξὶ δὲ πάντα νέκυν καταείνυσαν, ἃς ἐπέβαλλον
  16. κειρόμενοι· ὄπιθεν δὲ κάρη ἔχε δῖος Ἀχιλλεὺς
  17. ἀχνύμενος· ἕταρον γὰρ ἀμύμονα πέμπʼ Ἄϊδος δέ.
  18. οἳ δʼ ὅτε χῶρον ἵκανον ὅθί σφισι πέφραδʼ Ἀχιλλεὺς
  19. κάτθεσαν, αἶψα δέ οἱ μενοεικέα νήεον ὕλην.
  20. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·