Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. μυελὸν οἶον ἔδεσκε καὶ οἰῶν πίονα δημόν·
  2. αὐτὰρ ὅθʼ ὕπνος ἕλοι, παύσαιτό τε νηπιαχεύων,
  3. εὕδεσκʼ ἐν λέκτροισιν ἐν ἀγκαλίδεσσι τιθήνης
  4. εὐνῇ ἔνι μαλακῇ θαλέων ἐμπλησάμενος κῆρ·
  5. νῦν δʼ ἂν πολλὰ πάθῃσι φίλου ἀπὸ πατρὸς ἁμαρτὼν
  6. Ἀστυάναξ, ὃν Τρῶες ἐπίκλησιν καλέουσιν·
  7. οἶος γάρ σφιν ἔρυσο πύλας καὶ τείχεα μακρά.
  8. νῦν δὲ σὲ μὲν παρὰ νηυσὶ κορωνίσι νόσφι τοκήων
  9. αἰόλαι εὐλαὶ ἔδονται, ἐπεί κε κύνες κορέσωνται
  10. γυμνόν· ἀτάρ τοι εἵματʼ ἐνὶ μεγάροισι κέονται
  11. λεπτά τε καὶ χαρίεντα τετυγμένα χερσὶ γυναικῶν.
  12. ἀλλʼ ἤτοι τάδε πάντα καταφλέξω πυρὶ κηλέῳ
  13. οὐδὲν σοί γʼ ὄφελος, ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς,
  14. ἀλλὰ πρὸς Τρώων καὶ Τρωϊάδων κλέος εἶναι.
  15. ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες.