Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • σχέτλιος· αἴθε θεοῖσι φίλος τοσσόνδε γένοιτο
  • ὅσσον ἐμοί· τάχα κέν ἑ κύνες καὶ γῦπες ἔδοιεν
  • κείμενον· ἦ κέ μοι αἰνὸν ἀπὸ πραπίδων ἄχος ἔλθοι·
  • ὅς μʼ υἱῶν πολλῶν τε καὶ ἐσθλῶν εὖνιν ἔθηκε
  • κτείνων καὶ περνὰς νήσων ἔπι τηλεδαπάων.
  • καὶ γὰρ νῦν δύο παῖδε Λυκάονα καὶ Πολύδωρον
  • οὐ δύναμαι ἰδέειν Τρώων εἰς ἄστυ ἀλέντων,
  • τούς μοι Λαοθόη τέκετο κρείουσα γυναικῶν.
  • ἀλλʼ εἰ μὲν ζώουσι μετὰ στρατῷ, ἦ τʼ ἂν ἔπειτα
  • χαλκοῦ τε χρυσοῦ τʼ ἀπολυσόμεθʼ, ἔστι γὰρ ἔνδον·
  • πολλὰ γὰρ ὤπασε παιδὶ γέρων ὀνομάκλυτος Ἄλτης.
  • εἰ δʼ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισιν,
  • ἄλγος ἐμῷ θυμῷ καὶ μητέρι τοὶ τεκόμεσθα·
  • λαοῖσιν δʼ ἄλλοισι μινυνθαδιώτερον ἄλγος
  • ἔσσεται, ἢν μὴ καὶ σὺ θάνῃς Ἀχιλῆϊ δαμασθείς.
  • ἀλλʼ εἰσέρχεο τεῖχος ἐμὸν τέκος, ὄφρα σαώσῃς
  • Τρῶας καὶ Τρῳάς, μὴ δὲ μέγα κῦδος ὀρέξῃς
  • Πηλεΐδῃ, αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς.
  • πρὸς δʼ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντʼ ἐλέησον
  • δύσμορον, ὅν ῥα πατὴρ Κρονίδης ἐπὶ γήραος οὐδῷ