Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τοῦ δʼ ἦν ἑλκομένοιο κονίσαλος, ἀμφὶ δὲ χαῖται
  2. κυάνεαι πίτναντο, κάρη δʼ ἅπαν ἐν κονίῃσι
  3. κεῖτο πάρος χαρίεν· τότε δὲ Ζεὺς δυσμενέεσσι
  4. δῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ.
  5. ὣς τοῦ μὲν κεκόνιτο κάρη ἅπαν· ἣ δέ νυ μήτηρ
  6. τίλλε κόμην, ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην
  7. τηλόσε, κώκυσεν δὲ μάλα μέγα παῖδʼ ἐσιδοῦσα·
  8. ᾤμωξεν δʼ ἐλεεινὰ πατὴρ φίλος, ἀμφὶ δὲ λαοὶ
  9. κωκυτῷ τʼ εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ.
  10. τῷ δὲ μάλιστʼ ἄρʼ ἔην ἐναλίγκιον ὡς εἰ ἅπασα
  11. Ἴλιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατʼ ἄκρης.
  12. λαοὶ μέν ῥα γέροντα μόγις ἔχον ἀσχαλόωντα
  13. ἐξελθεῖν μεμαῶτα πυλάων Δαρδανιάων.
  14. πάντας δʼ ἐλλιτάνευε κυλινδόμενος κατὰ κόπρον,
  15. ἐξονομακλήδην ὀνομάζων ἄνδρα ἕκαστον·
  16. σχέσθε φίλοι, καί μʼ οἶον ἐάσατε κηδόμενοί περ
  17. ἐξελθόντα πόληος ἱκέσθʼ ἐπὶ νῆας Ἀχαιῶν.
  18. λίσσωμʼ ἀνέρα τοῦτον ἀτάσθαλον ὀβριμοεργόν,
  19. ἤν πως ἡλικίην αἰδέσσεται ἠδʼ ἐλεήσῃ
  20. γῆρας· καὶ δέ νυ τῷ γε πατὴρ τοιόσδε τέτυκται