Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. εἰ δʼ ἄγετʼ ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν,
  2. ὄφρά κʼ ἔτι γνῶμεν Τρώων νόον ὅν τινʼ ἔχουσιν,
  3. ἢ καταλείψουσιν πόλιν ἄκρην τοῦδε πεσόντος,
  4. ἦε μένειν μεμάασι καὶ Ἕκτορος οὐκέτʼ ἐόντος.
  5. ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
  6. κεῖται πὰρ νήεσσι νέκυς ἄκλαυτος ἄθαπτος
  7. Πάτροκλος· τοῦ δʼ οὐκ ἐπιλήσομαι, ὄφρʼ ἂν ἔγωγε
  8. ζωοῖσιν μετέω καί μοι φίλα γούνατʼ ὀρώρῃ·
  9. εἰ δὲ θανόντων περ καταλήθοντʼ εἰν Ἀΐδαο
  10. αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομʼ ἑταίρου.
  11. νῦν δʼ ἄγʼ ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν
  12. νηυσὶν ἔπι γλαφυρῇσι νεώμεθα, τόνδε δʼ ἄγωμεν.
  13. ἠράμεθα μέγα κῦδος· ἐπέφνομεν Ἕκτορα δῖον,
  14. ᾧ Τρῶες κατὰ ἄστυ θεῷ ὣς εὐχετόωντο.
  15. ἦ ῥα, καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα.
  16. ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε
  17. ἐς σφυρὸν ἐκ πτέρνης, βοέους δʼ ἐξῆπτεν ἱμάντας,
  18. ἐκ δίφροιο δʼ ἔδησε, κάρη δʼ ἕλκεσθαι ἔασεν·
  19. ἐς δίφρον δʼ ἀναβὰς ἀνά τε κλυτὰ τεύχεʼ ἀείρας
  20. μάστιξέν ῥʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.