Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Ἕκτορ μή μοι ἄλαστε συνημοσύνας ἀγόρευε·
  2. ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά,
  3. οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν,
  4. ἀλλὰ κακὰ φρονέουσι διαμπερὲς ἀλλήλοισιν,
  5. ὣς οὐκ ἔστʼ ἐμὲ καὶ σὲ φιλήμεναι, οὐδέ τι νῶϊν
  6. ὅρκια ἔσσονται, πρίν γʼ ἢ ἕτερόν γε πεσόντα
  7. αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.
  8. παντοίης ἀρετῆς μιμνήσκεο· νῦν σε μάλα χρὴ
  9. αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν.
  10. οὔ τοι ἔτʼ ἔσθʼ ὑπάλυξις, ἄφαρ δέ σε Παλλὰς Ἀθήνη
  11. ἔγχει ἐμῷ δαμάᾳ· νῦν δʼ ἀθρόα πάντʼ ἀποτίσεις
  12. κήδεʼ ἐμῶν ἑτάρων οὓς ἔκτανες ἔγχεϊ θύων.
  13. ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος·
  14. καὶ τὸ μὲν ἄντα ἰδὼν ἠλεύατο φαίδιμος Ἕκτωρ·
  15. ἕζετο γὰρ προϊδών, τὸ δʼ ὑπέρπτατο χάλκεον ἔγχος,
  16. ἐν γαίῃ δʼ ἐπάγη· ἀνὰ δʼ ἥρπασε Παλλὰς Ἀθήνη,
  17. ἂψ δʼ Ἀχιλῆϊ δίδου, λάθε δʼ Ἕκτορα ποιμένα λαῶν.
  18. Ἕκτωρ δὲ προσέειπεν ἀμύμονα Πηλεΐωνα·
  19. ἤμβροτες, οὐδʼ ἄρα πώ τι θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ
  20. ἐκ Διὸς ἠείδης τὸν ἐμὸν μόρον, ἦ τοι ἔφης γε·