Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. αὖθι μένειν· τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες·
  2. ἀλλʼ ἐμὸς ἔνδοθι θυμὸς ἐτείρετο πένθεϊ λυγρῷ.
  3. νῦν δʼ ἰθὺς μεμαῶτε μαχώμεθα, μὴ δέ τι δούρων
  4. ἔστω φειδωλή, ἵνα εἴδομεν εἴ κεν Ἀχιλλεὺς
  5. νῶϊ κατακτείνας ἔναρα βροτόεντα φέρηται
  6. νῆας ἔπι γλαφυράς, ἦ κεν σῷ δουρὶ δαμήῃ.
  7. ὣς φαμένη καὶ κερδοσύνῃ ἡγήσατʼ Ἀθήνη·
  8. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
  9. τὸν πρότερος προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
  10. οὔ σʼ ἔτι Πηλέος υἱὲ φοβήσομαι, ὡς τὸ πάρος περ
  11. τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον, οὐδέ ποτʼ ἔτλην
  12. μεῖναι ἐπερχόμενον· νῦν αὖτέ με θυμὸς ἀνῆκε
  13. στήμεναι ἀντία σεῖο· ἕλοιμί κεν ἤ κεν ἁλοίην.
  14. ἀλλʼ ἄγε δεῦρο θεοὺς ἐπιδώμεθα· τοὶ γὰρ ἄριστοι
  15. μάρτυροι ἔσσονται καὶ ἐπίσκοποι ἁρμονιάων·
  16. οὐ γὰρ ἐγώ σʼ ἔκπαγλον ἀεικιῶ, αἴ κεν ἐμοὶ Ζεὺς
  17. δώῃ καμμονίην, σὴν δὲ ψυχὴν ἀφέλωμαι·
  18. ἀλλʼ ἐπεὶ ἄρ κέ σε συλήσω κλυτὰ τεύχεʼ Ἀχιλλεῦ
  19. νεκρὸν Ἀχαιοῖσιν δώσω πάλιν· ὣς δὲ σὺ ῥέζειν.
  20. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·