Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. προπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο.
  2. ἀλλὰ σὺ μὲν νῦν στῆθι καὶ ἄμπνυε, τόνδε δʼ ἐγώ τοι
  3. οἰχομένη πεπιθήσω ἐναντίβιον μαχέσασθαι.
  4. ὣς φάτʼ Ἀθηναίη, ὃ δʼ ἐπείθετο, χαῖρε δὲ θυμῷ,
  5. στῆ δʼ ἄρʼ ἐπὶ μελίης χαλκογλώχινος ἐρεισθείς.
  6. ἣ δʼ ἄρα τὸν μὲν ἔλειπε, κιχήσατο δʼ Ἕκτορα δῖον
  7. Δηϊφόβῳ ἐϊκυῖα δέμας καὶ ἀτειρέα φωνήν·
  8. ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
  9. ἠθεῖʼ ἦ μάλα δή σε βιάζεται ὠκὺς Ἀχιλλεὺς
  10. ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκων·
  11. ἀλλʼ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.
  12. τὴν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
  13. Δηΐφοβʼ ἦ μέν μοι τὸ πάρος πολὺ φίλτατος ἦσθα
  14. γνωτῶν οὓς Ἑκάβη ἠδὲ Πρίαμος τέκε παῖδας·
  15. νῦν δʼ ἔτι καὶ μᾶλλον νοέω φρεσὶ τιμήσασθαι,
  16. ὃς ἔτλης ἐμεῦ εἵνεκʼ, ἐπεὶ ἴδες ὀφθαλμοῖσι,
  17. τείχεος ἐξελθεῖν, ἄλλοι δʼ ἔντοσθε μένουσι.
  18. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  19. ἠθεῖʼ ἦ μὲν πολλὰ πατὴρ καὶ πότνια μήτηρ
  20. λίσσονθʼ ἑξείης γουνούμενοι, ἀμφὶ δʼ ἑταῖροι,