Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀλλὰ περὶ ψυχῆς θέον Ἕκτορος ἱπποδάμοιο.
  2. ὡς δʼ ὅτʼ ἀεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποι
  3. ῥίμφα μάλα τρωχῶσι· τὸ δὲ μέγα κεῖται ἄεθλον
  4. ἢ τρίπος ἠὲ γυνὴ ἀνδρὸς κατατεθνηῶτος·
  5. ὣς τὼ τρὶς Πριάμοιο πόλιν πέρι δινηθήτην
  6. καρπαλίμοισι πόδεσσι· θεοὶ δʼ ἐς πάντες ὁρῶντο·
  7. τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·
  8. ὢ πόποι ἦ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος
  9. ὀφθαλμοῖσιν ὁρῶμαι· ἐμὸν δʼ ὀλοφύρεται ἦτορ
  10. Ἕκτορος, ὅς μοι πολλὰ βοῶν ἐπὶ μηρίʼ ἔκηεν
  11. Ἴδης ἐν κορυφῇσι πολυπτύχου, ἄλλοτε δʼ αὖτε
  12. ἐν πόλει ἀκροτάτῃ· νῦν αὖτέ ἑ δῖος Ἀχιλλεὺς
  13. ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκει.
  14. ἀλλʼ ἄγετε φράζεσθε θεοὶ καὶ μητιάασθε
  15. ἠέ μιν ἐκ θανάτοιο σαώσομεν, ἦέ μιν ἤδη
  16. Πηλεΐδῃ Ἀχιλῆϊ δαμάσσομεν ἐσθλὸν ἐόντα.
  17. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  18. ὦ πάτερ ἀργικέραυνε κελαινεφὲς οἷον ἔειπες·
  19. ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ
  20. ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;