Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἥδε δυωδεκάτη, ὅτʼ ἐς Ἴλιον εἰλήλουθα
  2. πολλὰ παθών· νῦν αὖ με τεῇς ἐν χερσὶν ἔθηκε
  3. μοῖρʼ ὀλοή· μέλλω που ἀπεχθέσθαι Διὶ πατρί,
  4. ὅς με σοὶ αὖτις δῶκε· μινυνθάδιον δέ με μήτηρ
  5. γείνατο Λαοθόη θυγάτηρ Ἄλταο γέροντος
  6. Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει
  7. Πήδασον αἰπήεσσαν ἔχων ἐπὶ Σατνιόεντι.
  8. τοῦ δʼ ἔχε θυγατέρα Πρίαμος, πολλὰς δὲ καὶ ἄλλας·
  9. τῆς δὲ δύω γενόμεσθα, σὺ δʼ ἄμφω δειροτομήσεις,
  10. ἤτοι τὸν πρώτοισι μετὰ πρυλέεσσι δάμασσας
  11. ἀντίθεον Πολύδωρον, ἐπεὶ βάλες ὀξέϊ δουρί·
  12. νῦν δὲ δὴ ἐνθάδʼ ἐμοὶ κακὸν ἔσσεται· οὐ γὰρ ὀΐω
  13. σὰς χεῖρας φεύξεσθαι, ἐπεί ῥʼ ἐπέλασσέ γε δαίμων.
  14. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι·
  15. μή με κτεῖνʼ, ἐπεὶ οὐχ ὁμογάστριος Ἕκτορός εἰμι,
  16. ὅς τοι ἑταῖρον ἔπεφνεν ἐνηέα τε κρατερόν τε.
  17. ὣς ἄρα μιν Πριάμοιο προσηύδα φαίδιμος υἱὸς
  18. λισσόμενος ἐπέεσσιν, ἀμείλικτον δʼ ὄπʼ ἄκουσε·
  19. νήπιε μή μοι ἄποινα πιφαύσκεο μηδʼ ἀγόρευε·
  20. πρὶν μὲν γὰρ Πάτροκλον ἐπισπεῖν αἴσιμον ἦμαρ