Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. γεύσεται, ὄφρα ἴδωμαι ἐνὶ φρεσὶν ἠδὲ δαείω
  2. ἢ ἄρʼ ὁμῶς καὶ κεῖθεν ἐλεύσεται, ἦ μιν ἐρύξει
  3. γῆ φυσίζοος, ἥ τε κατὰ κρατερόν περ ἐρύκει.
  4. ὣς ὅρμαινε μένων· ὃ δέ οἱ σχεδὸν ἦλθε τεθηπὼς
  5. γούνων ἅψασθαι μεμαώς, περὶ δʼ ἤθελε θυμῷ
  6. ἐκφυγέειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν.
  7. ἤτοι ὃ μὲν δόρυ μακρὸν ἀνέσχετο δῖος Ἀχιλλεὺς
  8. οὐτάμεναι μεμαώς, ὃ δʼ ὑπέδραμε καὶ λάβε γούνων
  9. κύψας· ἐγχείη δʼ ἄρʼ ὑπὲρ νώτου ἐνὶ γαίῃ
  10. ἔστη ἱεμένη χροὸς ἄμεναι ἀνδρομέοιο.
  11. αὐτὰρ ὃ τῇ ἑτέρῃ μὲν ἑλὼν ἐλλίσσετο γούνων,
  12. τῇ δʼ ἑτέρῃ ἔχεν ἔγχος ἀκαχμένον οὐδὲ μεθίει·
  13. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  14. γουνοῦμαι σʼ Ἀχιλεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον·
  15. ἀντί τοί εἰμʼ ἱκέταο διοτρεφὲς αἰδοίοιο·
  16. πὰρ γὰρ σοὶ πρώτῳ πασάμην Δημήτερος ἀκτὴν
  17. ἤματι τῷ ὅτε μʼ εἷλες ἐϋκτιμένῃ ἐν ἀλωῇ,
  18. καί μʼ ἐπέρασσας ἄνευθεν ἄγων πατρός τε φίλων τε
  19. Λῆμνον ἐς ἠγαθέην, ἑκατόμβοιον δέ τοι ἦλφον.
  20. νῦν δὲ λύμην τρὶς τόσσα πορών· ἠὼς δέ μοί ἐστιν