Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. δίψῃ καρχαλέοι κεκονιμένοι ἐκ πεδίοιο
  2. φεῦγον· ὃ δὲ σφεδανὸν ἔφεπʼ ἔγχεϊ, λύσσα δέ οἱ κῆρ
  3. αἰὲν ἔχε κρατερή, μενέαινε δὲ κῦδος ἀρέσθαι.
  4. ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν,
  5. εἰ μὴ Ἀπόλλων Φοῖβος Ἀγήνορα δῖον ἀνῆκε
  6. φῶτʼ Ἀντήνορος υἱὸν ἀμύμονά τε κρατερόν τε.
  7. ἐν μέν οἱ κραδίῃ θάρσος βάλε, πὰρ δέ οἱ αὐτὸς
  8. ἔστη, ὅπως θανάτοιο βαρείας χεῖρας ἀλάλκοι
  9. φηγῷ κεκλιμένος· κεκάλυπτο δʼ ἄρʼ ἠέρι πολλῇ.
  10. αὐτὰρ ὅ γʼ ὡς ἐνόησεν Ἀχιλλῆα πτολίπορθον
  11. ἔστη, πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι·
  12. ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
  13. ὤ μοι ἐγών· εἰ μέν κεν ὑπὸ κρατεροῦ Ἀχιλῆος
  14. φεύγω, τῇ περ οἱ ἄλλοι ἀτυζόμενοι κλονέονται,
  15. αἱρήσει με καὶ ὧς, καὶ ἀνάλκιδα δειροτομήσει.
  16. εἰ δʼ ἂν ἐγὼ τούτους μὲν ὑποκλονέεσθαι ἐάσω
  17. Πηλεΐδῃ Ἀχιλῆϊ, ποσὶν δʼ ἀπὸ τείχεος ἄλλῃ
  18. φεύγω πρὸς πεδίον Ἰλήϊον, ὄφρʼ ἂν ἵκωμαι
  19. Ἴδης τε κνημοὺς κατά τε ῥωπήϊα δύω·
  20. ἑσπέριος δʼ ἂν ἔπειτα λοεσσάμενος ποταμοῖο