Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Τρῶας ὁμῶς αὐτούς τʼ ὄλεκεν καὶ μώνυχας ἵππους.
  2. ὡς δʼ ὅτε καπνὸς ἰὼν εἰς οὐρανὸν εὐρὺν ἵκηται
  3. ἄστεος αἰθομένοιο, θεῶν δέ ἑ μῆνις ἀνῆκε,
  4. πᾶσι δʼ ἔθηκε πόνον, πολλοῖσι δὲ κήδεʼ ἐφῆκεν,
  5. ὣς Ἀχιλεὺς Τρώεσσι πόνον καὶ κήδεʼ ἔθηκεν.
  6. ἑστήκει δʼ ὃ γέρων Πρίαμος θείου ἐπὶ πύργου,
  7. ἐς δʼ ἐνόησʼ Ἀχιλῆα πελώριον· αὐτὰρ ὑπʼ αὐτοῦ
  8. Τρῶες ἄφαρ κλονέοντο πεφυζότες, οὐδέ τις ἀλκὴ
  9. γίγνεθʼ· ὃ δʼ οἰμώξας ἀπὸ πύργου βαῖνε χαμᾶζε
  10. ὀτρύνων παρὰ τεῖχος ἀγακλειτοὺς πυλαωρούς·
  11. πεπταμένας ἐν χερσὶ πύλας ἔχετʼ εἰς ὅ κε λαοὶ
  12. ἔλθωσι προτὶ ἄστυ πεφυζότες· ἦ γὰρ Ἀχιλλεὺς
  13. ἐγγὺς ὅδε κλονέων· νῦν οἴω λοίγιʼ ἔσεσθαι.
  14. αὐτὰρ ἐπεί κʼ ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες,
  15. αὖτις ἐπανθέμεναι σανίδας πυκινῶς ἀραρυίας·
  16. δείδια γὰρ μὴ οὖλος ἀνὴρ ἐς τεῖχος ἅληται.
  17. ὣς ἔφαθʼ, οἳ δʼ ἄνεσάν τε πύλας καὶ ἀπῶσαν ὀχῆας·
  18. αἳ δὲ πετασθεῖσαι τεῦξαν φάος· αὐτὰρ Ἀπόλλων
  19. ἀντίος ἐξέθορε Τρώων ἵνα λοιγὸν ἀλάλκοι.
  20. οἳ δʼ ἰθὺς πόλιος καὶ τείχεος ὑψηλοῖο