Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·
  2. ἐννοσίγαιʼ οὐκ ἄν με σαόφρονα μυθήσαιο
  3. ἔμμεναι, εἰ δὴ σοί γε βροτῶν ἕνεκα πτολεμίξω
  4. δειλῶν, οἳ φύλλοισιν ἐοικότες ἄλλοτε μέν τε
  5. ζαφλεγέες τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες,
  6. ἄλλοτε δὲ φθινύθουσιν ἀκήριοι. ἀλλὰ τάχιστα
  7. παυώμεσθα μάχης· οἳ δʼ αὐτοὶ δηριαάσθων.
  8. ὣς ἄρα φωνήσας πάλιν ἐτράπετʼ· αἴδετο γάρ ῥα
  9. πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσι.
  10. τὸν δὲ κασιγνήτη μάλα νείκεσε πότνια θηρῶν
  11. Ἄρτεμις ἀγροτέρη, καὶ ὀνείδειον φάτο μῦθον·
  12. φεύγεις δὴ ἑκάεργε, Ποσειδάωνι δὲ νίκην
  13. πᾶσαν ἐπέτρεψας, μέλεον δέ οἱ εὖχος ἔδωκας·
  14. νηπύτιε τί νυ τόξον ἔχεις ἀνεμώλιον αὔτως;
  15. μή σευ νῦν ἔτι πατρὸς ἐνὶ μεγάροισιν ἀκούσω
  16. εὐχομένου, ὡς τὸ πρὶν ἐν ἀθανάτοισι θεοῖσιν,
  17. ἄντα Ποσειδάωνος ἐναντίβιον πολεμίζειν.
  18. ὣς φάτο, τὴν δʼ οὔ τι προσέφη ἑκάεργος Ἀπόλλων,
  19. ἀλλὰ χολωσαμένη Διὸς αἰδοίη παράκοιτις
  20. νείκεσεν ἰοχέαιραν ὀνειδείοις ἐπέεσσι·