Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὣς ἔφαθʼ, Ἥφαιστος δὲ κατέσβεσε θεσπιδαὲς πῦρ,
  2. ἄψορρον δʼ ἄρα κῦμα κατέσσυτο καλὰ ῥέεθρα.
  3. αὐτὰρ ἐπεὶ Ξάνθοιο δάμη μένος, οἳ μὲν ἔπειτα
  4. παυσάσθην, Ἥρη γὰρ ἐρύκακε χωομένη περ·
  5. ἐν δʼ ἄλλοισι θεοῖσιν ἔρις πέσε βεβριθυῖα
  6. ἀργαλέη, δίχα δέ σφιν ἐνὶ φρεσὶ θυμὸς ἄητο·
  7. σὺν δʼ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δʼ εὐρεῖα χθών,
  8. ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός. ἄϊε δὲ Ζεὺς
  9. ἥμενος Οὐλύμπῳ· ἐγέλασσε δέ οἱ φίλον ἦτορ
  10. γηθοσύνῃ, ὅθʼ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας.
  11. ἔνθʼ οἵ γʼ οὐκέτι δηρὸν ἀφέστασαν· ἦρχε γὰρ Ἄρης
  12. ῥινοτόρος, καὶ πρῶτος Ἀθηναίῃ ἐπόρουσε
  13. χάλκεον ἔγχος ἔχων, καὶ ὀνείδειον φάτο μῦθον·
  14. τίπτʼ αὖτʼ ὦ κυνάμυια θεοὺς ἔριδι ξυνελαύνεις
  15. θάρσος ἄητον ἔχουσα, μέγας δέ σε θυμὸς ἀνῆκεν;
  16. ἦ οὐ μέμνῃ ὅτε Τυδεΐδην Διομήδεʼ ἀνῆκας
  17. οὐτάμεναι, αὐτὴ δὲ πανόψιον ἔγχος ἑλοῦσα
  18. ἰθὺς ἐμεῦ ὦσας, διὰ δὲ χρόα καλὸν ἔδαψας;
  19. τώ σʼ αὖ νῦν ὀΐω ἀποτισέμεν ὅσσα ἔοργας.
  20. ὣς εἰπὼν οὔτησε κατʼ αἰγίδα θυσσανόεσσαν