Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀλλέξαι· τόσσην οἱ ἄσιν καθύπερθε καλύψω.
  2. αὐτοῦ οἱ καὶ σῆμα τετεύξεται, οὐδέ τί μιν χρεὼ
  3. ἔσται τυμβοχόης, ὅτε μιν θάπτωσιν Ἀχαιοί.
  4. ἦ, καὶ ἐπῶρτʼ Ἀχιλῆϊ κυκώμενος ὑψόσε θύων
  5. μορμύρων ἀφρῷ τε καὶ αἵματι καὶ νεκύεσσι.
  6. πορφύρεον δʼ ἄρα κῦμα διιπετέος ποταμοῖο
  7. ἵστατʼ ἀειρόμενον, κατὰ δʼ ᾕρεε Πηλεΐωνα·
  8. Ἥρη δὲ μέγʼ ἄϋσε περιδείσασʼ Ἀχιλῆϊ
  9. μή μιν ἀποέρσειε μέγας ποταμὸς βαθυδίνης,
  10. αὐτίκα δʼ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν·
  11. ὄρσεο κυλλοπόδιον ἐμὸν τέκος· ἄντα σέθεν γὰρ
  12. Ξάνθον δινήεντα μάχῃ ἠΐσκομεν εἶναι·
  13. ἀλλʼ ἐπάμυνε τάχιστα, πιφαύσκεο δὲ φλόγα πολλήν.
  14. αὐτὰρ ἐγὼ Ζεφύροιο καὶ ἀργεστᾶο Νότοιο
  15. εἴσομαι ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύελλαν,
  16. ἥ κεν ἀπὸ Τρώων κεφαλὰς καὶ τεύχεα κήαι
  17. φλέγμα κακὸν φορέουσα· σὺ δὲ Ξάνθοιο παρʼ ὄχθας
  18. δένδρεα καῖʼ, ἐν δʼ αὐτὸν ἵει πυρί· μὴ δέ σε πάμπαν
  19. μειλιχίοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ·
  20. μὴ δὲ πρὶν ἀπόπαυε τεὸν μένος, ἀλλʼ ὁπότʼ ἂν δὴ