Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι
  2. ἐρχθέντʼ ἐν μεγάλῳ ποταμῷ ὡς παῖδα συφορβόν,
  3. ὅν ῥά τʼ ἔναυλος ἀποέρσῃ χειμῶνι περῶντα.
  4. ὣς φάτο, τῷ δὲ μάλʼ ὦκα Ποσειδάων καὶ Ἀθήνη
  5. στήτην ἐγγὺς ἰόντε, δέμας δʼ ἄνδρεσσιν ἐΐκτην,
  6. χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντʼ ἐπέεσσι.
  7. τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων·
  8. Πηλεΐδη μήτʼ ἄρ τι λίην τρέε μήτέ τι τάρβει·
  9. τοίω γάρ τοι νῶϊ θεῶν ἐπιταρρόθω εἰμὲν
  10. Ζηνὸς ἐπαινήσαντος ἐγὼ καὶ Παλλὰς Ἀθήνη·
  11. ὡς οὔ τοι ποταμῷ γε δαμήμεναι αἴσιμόν ἐστιν,
  12. ἀλλʼ ὅδε μὲν τάχα λωφήσει, σὺ δὲ εἴσεαι αὐτός·
  13. αὐτάρ τοι πυκινῶς ὑποθησόμεθʼ αἴ κε πίθηαι·
  14. μὴ πρὶν παύειν χεῖρας ὁμοιΐου πολέμοιο
  15. πρὶν κατὰ Ἰλιόφι κλυτὰ τείχεα λαὸν ἐέλσαι
  16. Τρωϊκόν, ὅς κε φύγῃσι· σὺ δʼ Ἕκτορι θυμὸν ἀπούρας
  17. ἂψ ἐπὶ νῆας ἴμεν· δίδομεν δέ τοι εὖχος ἀρέσθαι.
  18. τὼ μὲν ἄρʼ ὣς εἰπόντε μετʼ ἀθανάτους ἀπεβήτην·
  19. αὐτὰρ ὃ βῆ, μέγα γάρ ῥα θεῶν ὄτρυνεν ἐφετμή,
  20. ἐς πεδίον· τὸ δὲ πᾶν πλῆθʼ ὕδατος ἐκχυμένοιο,