Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. εἷος μέν ῥʼ ἀπάνευθε θεοὶ θνητῶν ἔσαν ἀνδρῶν,
  2. τεῖος Ἀχαιοὶ μὲν μέγα κύδανον, οὕνεκʼ Ἀχιλλεὺς
  3. ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς·
  4. Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον
  5. δειδιότας, ὅθʼ ὁρῶντο ποδώκεα Πηλεΐωνα
  6. τεύχεσι λαμπόμενον βροτολοιγῷ ἶσον Ἄρηϊ.
  7. αὐτὰρ ἐπεὶ μεθʼ ὅμιλον Ὀλύμπιοι ἤλυθον ἀνδρῶν,
  8. ὦρτο δʼ Ἔρις κρατερὴ λαοσσόος, αὖε δʼ Ἀθήνη
  9. στᾶσʼ ὁτὲ μὲν παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός,
  10. ἄλλοτʼ ἐπʼ ἀκτάων ἐριδούπων μακρὸν ἀΰτει.
  11. αὖε δʼ Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ἶσος
  12. ὀξὺ κατʼ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων,
  13. ἄλλοτε πὰρ Σιμόεντι θέων ἐπὶ Καλλικολώνῃ.
  14. ὣς τοὺς ἀμφοτέρους μάκαρες θεοὶ ὀτρύνοντες
  15. σύμβαλον, ἐν δʼ αὐτοῖς ἔριδα ῥήγνυντο βαρεῖαν·
  16. δεινὸν δὲ βρόντησε πατὴρ ἀνδρῶν τε θεῶν τε
  17. ὑψόθεν· αὐτὰρ νέρθε Ποσειδάων ἐτίναξε
  18. γαῖαν ἀπειρεσίην ὀρέων τʼ αἰπεινὰ κάρηνα.
  19. πάντες δʼ ἐσσείοντο πόδες πολυπίδακος Ἴδης
  20. καὶ κορυφαί, Τρώων τε πόλις καὶ νῆες Ἀχαιῶν.