Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. καὶ σθένει, οὔ μʼ ἔτι φημὶ μεθησέμεν οὐδʼ ἠβαιόν,
  2. ἀλλὰ μάλα στιχὸς εἶμι διαμπερές, οὐδέ τινʼ οἴω
  3. Τρώων χαιρήσειν, ὅς τις σχεδὸν ἔγχεος ἔλθῃ.
  4. ὣς φάτʼ ἐποτρύνων· Τρώεσσι δὲ φαίδιμος Ἕκτωρ
  5. κέκλεθʼ ὁμοκλήσας, φάτο δʼ ἴμεναι ἄντʼ Ἀχιλῆος·
  6. Τρῶες ὑπέρθυμοι μὴ δείδιτε Πηλεΐωνα.
  7. καί κεν ἐγὼ ἐπέεσσι καὶ ἀθανάτοισι μαχοίμην,
  8. ἔγχεϊ δʼ ἀργαλέον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσιν.
  9. οὐδʼ Ἀχιλεὺς πάντεσσι τέλος μύθοις ἐπιθήσει,
  10. ἀλλὰ τὸ μὲν τελέει, τὸ δὲ καὶ μεσσηγὺ κολούει.
  11. τοῦ δʼ ἐγὼ ἀντίος εἶμι καὶ εἰ πυρὶ χεῖρας ἔοικεν,
  12. εἰ πυρὶ χεῖρας ἔοικε, μένος δʼ αἴθωνι σιδήρῳ.
  13. ὣς φάτʼ ἐποτρύνων, οἳ δʼ ἀντίοι ἔγχεʼ ἄειραν
  14. Τρῶες· τῶν δʼ ἄμυδις μίχθη μένος, ὦρτο δʼ ἀϋτή.
  15. καὶ τότʼ ἄρʼ Ἕκτορα εἶπε παραστὰς Φοῖβος Ἀπόλλων·
  16. Ἕκτορ μηκέτι πάμπαν Ἀχιλλῆϊ προμάχιζε,
  17. ἀλλὰ κατὰ πληθύν τε καὶ ἐκ φλοίσβοιο δέδεξο,
  18. μή πώς σʼ ἠὲ βάλῃ ἠὲ σχεδὸν ἄορι τύψῃ.
  19. ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτις ἐδύσετο οὐλαμὸν ἀνδρῶν
  20. ταρβήσας, ὅτʼ ἄκουσε θεοῦ ὄπα φωνήσαντος.