τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντοθήλειαι, πώλοισιν ἀγαλλόμεναι ἀταλῇσι.τάων καὶ Βορέης ἠράσσατο βοσκομενάων,ἵππῳ δʼ εἰσάμενος παρελέξατο κυανοχαίτῃ·αἳ δʼ ὑποκυσάμεναι ἔτεκον δυοκαίδεκα πώλους.αἳ δʼ ὅτε μὲν σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν,ἄκρον ἐπʼ ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων·ἀλλʼ ὅτε δὴ σκιρτῷεν ἐπʼ εὐρέα νῶτα θαλάσσης,ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον.Τρῶα δʼ Ἐριχθόνιος τέκετο Τρώεσσιν ἄνακτα·Τρωὸς δʼ αὖ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντοἾλός τʼ Ἀσσάρακός τε καὶ ἀντίθεος Γανυμήδης,ὃς δὴ κάλλιστος γένετο θνητῶν ἀνθρώπων·τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύεινκάλλεος εἵνεκα οἷο ἵνʼ ἀθανάτοισι μετείη.Ἶλος δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Λαομέδοντα·Λαομέδων δʼ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τεΛάμπόν τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος·Ἀσσάρακος δὲ Κάπυν, ὃ δʼ ἄρʼ Ἀγχίσην τέκε παῖδα·αὐτὰρ ἔμʼ Ἀγχίσης, Πρίαμος δʼ ἔτεχʼ Ἕκτορα δῖον.