Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὧν ἕνεκα ξυνάγειρα· μέλουσί μοι ὀλλύμενοί περ.
  2. ἀλλʼ ἤτοι μὲν ἐγὼ μενέω πτυχὶ Οὐλύμποιο
  3. ἥμενος, ἔνθʼ ὁρόων φρένα τέρψομαι· οἳ δὲ δὴ ἄλλοι
  4. ἔρχεσθʼ ὄφρʼ ἂν ἵκησθε μετὰ Τρῶας καὶ Ἀχαιούς,
  5. ἀμφοτέροισι δʼ ἀρήγεθʼ ὅπῃ νόος ἐστὶν ἑκάστου.
  6. εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται
  7. οὐδὲ μίνυνθʼ ἕξουσι ποδώκεα Πηλεΐωνα.
  8. καὶ δέ τί μιν καὶ πρόσθεν ὑποτρομέεσκον ὁρῶντες·
  9. νῦν δʼ ὅτε δὴ καὶ θυμὸν ἑταίρου χώεται αἰνῶς
  10. δείδω μὴ καὶ τεῖχος ὑπέρμορον ἐξαλαπάξῃ.
  11. ὣς ἔφατο Κρονίδης, πόλεμον δʼ ἀλίαστον ἔγειρε.
  12. βὰν δʼ ἴμεναι πόλεμον δὲ θεοὶ δίχα θυμὸν ἔχοντες·
  13. Ἥρη μὲν μετʼ ἀγῶνα νεῶν καὶ Παλλὰς Ἀθήνη
  14. ἠδὲ Ποσειδάων γαιήοχος ἠδʼ ἐριούνης
  15. Ἑρμείας, ὃς ἐπὶ φρεσὶ πευκαλίμῃσι κέκασται·
  16. Ἥφαιστος δʼ ἅμα τοῖσι κίε σθένεϊ βλεμεαίνων
  17. χωλεύων, ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.
  18. ἐς δὲ Τρῶας Ἄρης κορυθαίολος, αὐτὰρ ἅμʼ αὐτῷ
  19. Φοῖβος ἀκερσεκόμης ἠδʼ Ἄρτεμις ἰοχέαιρα
  20. Λητώ τε Ξάνθός τε φιλομειδής τʼ Ἀφροδίτη.