Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς
  • ἠμὲν κερτομίας ἠδʼ αἴσυλα μυθήσασθαι.
  • ἴδμεν δʼ ἀλλήλων γενεήν, ἴδμεν δὲ τοκῆας
  • πρόκλυτʼ ἀκούοντες ἔπεα θνητῶν ἀνθρώπων·
  • ὄψει δʼ οὔτʼ ἄρ πω σὺ ἐμοὺς ἴδες οὔτʼ ἄρʼ ἐγὼ σούς.
  • φασὶ σὲ μὲν Πηλῆος ἀμύμονος ἔκγονον εἶναι,
  • μητρὸς δʼ ἐκ Θέτιδος καλλιπλοκάμου ἁλοσύδνης·
  • αὐτὰρ ἐγὼν υἱὸς μεγαλήτορος Ἀγχίσαο
  • εὔχομαι ἐκγεγάμεν, μήτηρ δέ μοί ἐστʼ Ἀφροδίτη·
  • τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα κλαύσονται
  • σήμερον· οὐ γάρ φημʼ ἐπέεσσί γε νηπυτίοισιν
  • ὧδε διακρινθέντε μάχης ἐξαπονέεσθαι.
  • εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι, ὄφρʼ ἐῢ εἰδῇς
  • ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασι·
  • Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς,
  • κτίσσε δὲ Δαρδανίην, ἐπεὶ οὔ πω Ἴλιος ἱρὴ
  • ἐν πεδίῳ πεπόλιστο πόλις μερόπων ἀνθρώπων,
  • ἀλλʼ ἔθʼ ὑπωρείας ᾤκεον πολυπίδακος Ἴδης.
  • Δάρδανος αὖ τέκεθʼ υἱὸν Ἐριχθόνιον βασιλῆα,
  • ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνθρώπων·