Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τιμῆς τῆς Πριάμου; ἀτὰρ εἴ κεν ἔμʼ ἐξεναρίξῃς,
  2. οὔ τοι τοὔνεκά γε Πρίαμος γέρας ἐν χερὶ θήσει·
  3. εἰσὶν γάρ οἱ παῖδες, ὃ δʼ ἔμπεδος οὐδʼ ἀεσίφρων.
  4. ἦ νύ τί τοι Τρῶες τέμενος τάμον ἔξοχον ἄλλων
  5. καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμηαι
  6. αἴ κεν ἐμὲ κτείνῃς; χαλεπῶς δέ σʼ ἔολπα τὸ ῥέξειν.
  7. ἤδη μὲν σέ γέ φημι καὶ ἄλλοτε δουρὶ φοβῆσαι.
  8. ἦ οὐ μέμνῃ ὅτε πέρ σε βοῶν ἄπο μοῦνον ἐόντα
  9. σεῦα κατʼ Ἰδαίων ὀρέων ταχέεσσι πόδεσσι
  10. καρπαλίμως; τότε δʼ οὔ τι μετατροπαλίζεο φεύγων.
  11. ἔνθεν δʼ ἐς Λυρνησσὸν ὑπέκφυγες· αὐτὰρ ἐγὼ τὴν
  12. πέρσα μεθορμηθεὶς σὺν Ἀθήνῃ καὶ Διὶ πατρί,
  13. ληϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας
  14. ἦγον· ἀτὰρ σὲ Ζεὺς ἐρρύσατο καὶ θεοὶ ἄλλοι.
  15. ἀλλʼ οὐ νῦν ἐρύεσθαι ὀΐομαι, ὡς ἐνὶ θυμῷ
  16. βάλλεαι· ἀλλά σʼ ἔγωγʼ ἀναχωρήσαντα κελεύω
  17. ἐς πληθὺν ἰέναι, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο,
  18. πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω.
  19. τὸν δʼ αὖτʼ Αἰνείας ἀπαμείβετο φώνησέν τε·
  20. Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς