Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Αἰνείας δὲ πρῶτος ἀπειλήσας ἐβεβήκει
  2. νευστάζων κόρυθι βριαρῇ· ἀτὰρ ἀσπίδα θοῦριν
  3. πρόσθεν ἔχε στέρνοιο, τίνασσε δὲ χάλκεον ἔγχος.
  4. Πηλεΐδης δʼ ἑτέρωθεν ἐναντίον ὦρτο λέων ὣς
  5. σίντης, ὅν τε καὶ ἄνδρες ἀποκτάμεναι μεμάασιν
  6. ἀγρόμενοι πᾶς δῆμος· ὃ δὲ πρῶτον μὲν ἀτίζων
  7. ἔρχεται, ἀλλʼ ὅτε κέν τις ἀρηϊθόων αἰζηῶν
  8. δουρὶ βάλῃ ἐάλη τε χανών, περί τʼ ἀφρὸς ὀδόντας
  9. γίγνεται, ἐν δέ τέ οἱ κραδίῃ στένει ἄλκιμον ἦτορ,
  10. οὐρῇ δὲ πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθεν
  11. μαστίεται, ἑὲ δʼ αὐτὸν ἐποτρύνει μαχέσασθαι,
  12. γλαυκιόων δʼ ἰθὺς φέρεται μένει, ἤν τινα πέφνῃ
  13. ἀνδρῶν, ἢ αὐτὸς φθίεται πρώτῳ ἐν ὁμίλῳ·
  14. ὣς Ἀχιλῆʼ ὄτρυνε μένος καὶ θυμὸς ἀγήνωρ
  15. ἀντίον ἐλθέμεναι μεγαλήτορος Αἰνείαο.
  16. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
  17. τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·
  18. Αἰνεία τί σὺ τόσσον ὁμίλου πολλὸν ἐπελθὼν
  19. ἔστης; ἦ σέ γε θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει
  20. ἐλπόμενον Τρώεσσιν ἀνάξειν ἱπποδάμοισι