Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. παρσταίη, δοίη δὲ κράτος μέγα, μηδέ τι θυμῷ
  2. δευέσθω, ἵνα εἰδῇ ὅ μιν φιλέουσιν ἄριστοι
  3. ἀθανάτων, οἳ δʼ αὖτʼ ἀνεμώλιοι οἳ τὸ πάρος περ
  4. Τρωσὶν ἀμύνουσιν πόλεμον καὶ δηϊοτῆτα.
  5. πάντες δʼ Οὐλύμποιο κατήλθομεν ἀντιόωντες
  6. τῆσδε μάχης, ἵνα μή τι μετὰ Τρώεσσι πάθῃσι
  7. σήμερον· ὕστερον αὖτε τὰ πείσεται ἅσσά οἱ αἶσα
  8. γιγνομένῳ ἐπένησε λίνῳ ὅτε μιν τέκε μήτηρ.
  9. εἰ δʼ Ἀχιλεὺς οὐ ταῦτα θεῶν ἐκ πεύσεται ὀμφῆς
  10. δείσετʼ ἔπειθʼ, ὅτε κέν τις ἐναντίβιον θεὸς ἔλθῃ
  11. ἐν πολέμῳ· χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς.
  12. τὴν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·
  13. Ἥρη μὴ χαλέπαινε παρʼ ἐκ νόον· οὐδέ τί σε χρή.
  14. οὐκ ἂν ἔγωγʼ ἐθέλοιμι θεοὺς ἔριδι ξυνελάσσαι
  15. ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν·
  16. ἀλλʼ ἡμεῖς μὲν ἔπειτα καθεζώμεσθα κιόντες
  17. ἐκ πάτου ἐς σκοπιήν, πόλεμος δʼ ἄνδρεσσι μελήσει.
  18. εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων,
  19. ἢ Ἀχιλῆʼ ἴσχωσι καὶ οὐκ εἰῶσι μάχεσθαι,
  20. αὐτίκʼ ἔπειτα καὶ ἄμμι παρʼ αὐτόθι νεῖκος ὀρεῖται