Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα,
  2. οὐκ οἶος, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε
  3. Ἀρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.
  4. οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης
  5. ἀφνειοὶ πίνοντες ὕδωρ μέλαν Αἰσήποιο
  6. Τρῶες, τῶν αὖτʼ ἦρχε Λυκάονος ἀγλαὸς υἱὸς
  7. Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν.
  8. οἳ δʼ Ἀδρήστειάν τʼ εἶχον καὶ δῆμον Ἀπαισοῦ
  9. καὶ Πιτύειαν ἔχον καὶ Τηρείης ὄρος αἰπύ,
  10. τῶν ἦρχʼ Ἄδρηστός τε καὶ Ἄμφιος λινοθώρηξ
  11. υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων
  12. ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε
  13. στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι
  14. πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.
  15. οἳ δʼ ἄρα Περκώτην καὶ Πράκτιον ἀμφενέμοντο
  16. καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην,
  17. τῶν αὖθʼ Ὑρτακίδης ἦρχʼ Ἄσιος ὄρχαμος ἀνδρῶν,
  18. Ἄσιος Ὑρτακίδης ὃν Ἀρίσβηθεν φέρον ἵπποι
  19. αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.
  20. Ἱππόθοος δʼ ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων