Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·
  2. νῦν δʼ ἴδεν ὃς μέγʼ ἄριστος Ἀχαιῶν εὔχεται εἶναι·
  3. ἀλλʼ ἄγετʼ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν.
  4. ὣς ἄρα φωνήσας βουλῆς ἐξῆρχε νέεσθαι,
  5. οἳ δʼ ἐπανέστησαν πείθοντό τε ποιμένι λαῶν
  6. σκηπτοῦχοι βασιλῆες· ἐπεσσεύοντο δὲ λαοί.
  7. ἠΰτε ἔθνεα εἶσι μελισσάων ἁδινάων
  8. πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων,
  9. βοτρυδὸν δὲ πέτονται ἐπʼ ἄνθεσιν εἰαρινοῖσιν·
  10. αἳ μέν τʼ ἔνθα ἅλις πεποτήαται, αἳ δέ τε ἔνθα·
  11. ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων
  12. ἠϊόνος προπάροιθε βαθείης ἐστιχόωντο
  13. ἰλαδὸν εἰς ἀγορήν· μετὰ δέ σφισιν ὄσσα δεδήει
  14. ὀτρύνουσʼ ἰέναι Διὸς ἄγγελος· οἳ δʼ ἀγέροντο.
  15. τετρήχει δʼ ἀγορή, ὑπὸ δὲ στεναχίζετο γαῖα
  16. λαῶν ἱζόντων, ὅμαδος δʼ ἦν· ἐννέα δέ σφεας
  17. κήρυκες βοόωντες ἐρήτυον, εἴ ποτʼ ἀϋτῆς
  18. σχοίατʼ, ἀκούσειαν δὲ διοτρεφέων βασιλήων.
  19. σπουδῇ δʼ ἕζετο λαός, ἐρήτυθεν δὲ καθʼ ἕδρας
  20. παυσάμενοι κλαγγῆς· ἀνὰ δὲ κρείων Ἀγαμέμνων