Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἔρχονται πεδίοιο μαχησόμενοι προτὶ ἄστυ.
  2. Ἕκτορ σοὶ δὲ μάλιστʼ ἐπιτέλλομαι, ὧδε δὲ ῥέξαι·
  3. πολλοὶ γὰρ κατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι,
  4. ἄλλη δʼ ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων·
  5. τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω οἷσί περ ἄρχει,
  6. τῶν δʼ ἐξηγείσθω κοσμησάμενος πολιήτας.
  7. ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι θεᾶς ἔπος ἠγνοίησεν,
  8. αἶψα δʼ ἔλυσʼ ἀγορήν· ἐπὶ τεύχεα δʼ ἐσσεύοντο·
  9. πᾶσαι δʼ ὠΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαὸς
  10. πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
  11. ἔστι δέ τις προπάροιθε πόλιος αἰπεῖα κολώνη
  12. ἐν πεδίῳ ἀπάνευθε περίδρομος ἔνθα καὶ ἔνθα,
  13. τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν,
  14. ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης·
  15. ἔνθα τότε Τρῶές τε διέκριθεν ἠδʼ ἐπίκουροι.
  16. Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ
  17. Πριαμίδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι
  18. λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσι.
  19. Δαρδανίων αὖτʼ ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο
  20. Αἰνείας, τὸν ὑπʼ Ἀγχίσῃ τέκε δῖʼ Ἀφροδίτη