Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. γαῖα δʼ ὑπεστενάχιζε Διὶ ὣς τερπικεραύνῳ
  2. χωομένῳ ὅτε τʼ ἀμφὶ Τυφωέϊ γαῖαν ἱμάσσῃ
  3. εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς·
  4. ὣς ἄρα τῶν ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα
  5. ἐρχομένων· μάλα δʼ ὦκα διέπρησσον πεδίοιο.
  6. Τρωσὶν δʼ ἄγγελος ἦλθε ποδήνεμος ὠκέα Ἶρις
  7. πὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ·
  8. οἳ δʼ ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο θύρῃσι
  9. πάντες ὁμηγερέες ἠμὲν νέοι ἠδὲ γέροντες·
  10. ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
  11. εἴσατο δὲ φθογγὴν υἷϊ Πριάμοιο Πολίτῃ,
  12. ὃς Τρώων σκοπὸς ἷζε ποδωκείῃσι πεποιθὼς
  13. τύμβῳ ἐπʼ ἀκροτάτῳ Αἰσυήταο γέροντος,
  14. δέγμενος ὁππότε ναῦφιν ἀφορμηθεῖεν Ἀχαιοί·
  15. τῷ μιν ἐεισαμένη προσέφη πόδας ὠκέα Ἶρις·
  16. ὦ γέρον αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν,
  17. ὥς ποτʼ ἐπʼ εἰρήνης· πόλεμος δʼ ἀλίαστος ὄρωρεν.
  18. ἤδη μὲν μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν,
  19. ἀλλʼ οὔ πω τοιόνδε τοσόνδέ τε λαὸν ὄπωπα·
  20. λίην γὰρ φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν