Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. υἱὸς Πειριθόοιο τὸν ἀθάνατος τέκετο Ζεύς·
  2. τόν ῥʼ ὑπὸ Πειριθόῳ τέκετο κλυτὸς Ἱπποδάμεια
  3. ἤματι τῷ ὅτε Φῆρας ἐτίσατο λαχνήεντας,
  4. τοὺς δʼ ἐκ Πηλίου ὦσε καὶ Αἰθίκεσσι πέλασσεν·
  5. οὐκ οἶος, ἅμα τῷ γε Λεοντεὺς ὄζος Ἄρηος
  6. υἱὸς ὑπερθύμοιο Κορώνου Καινεΐδαο·
  7. τοῖς δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
  8. Γουνεὺς δʼ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας·
  9. τῷ δʼ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοὶ
  10. οἳ περὶ Δωδώνην δυσχείμερον οἰκίʼ ἔθεντο,
  11. οἵ τʼ ἀμφʼ ἱμερτὸν Τιταρησσὸν ἔργα νέμοντο
  12. ὅς ῥʼ ἐς Πηνειὸν προΐει καλλίρροον ὕδωρ,
  13. οὐδʼ ὅ γε Πηνειῷ συμμίσγεται ἀργυροδίνῃ,
  14. ἀλλά τέ μιν καθύπερθεν ἐπιρρέει ἠΰτʼ ἔλαιον·
  15. ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ.
  16. Μαγνήτων δʼ ἦρχε Πρόθοος Τενθρηδόνος υἱός,
  17. οἳ περὶ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον
  18. ναίεσκον· τῶν μὲν Πρόθοος θοὸς ἡγεμόνευε,
  19. τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
  20. οὗτοι ἄρʼ ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν·