Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον,
  2. οἵ τʼ Ἄλον οἵ τʼ Ἀλόπην οἵ τε Τρηχῖνα νέμοντο,
  3. οἵ τʼ εἶχον Φθίην ἠδʼ Ἑλλάδα καλλιγύναικα,
  4. Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί,
  5. τῶν αὖ πεντήκοντα νεῶν ἦν ἀρχὸς Ἀχιλλεύς.
  6. ἀλλʼ οἵ γʼ οὐ πολέμοιο δυσηχέος ἐμνώοντο·
  7. οὐ γὰρ ἔην ὅς τίς σφιν ἐπὶ στίχας ἡγήσαιτο·
  8. κεῖτο γὰρ ἐν νήεσσι ποδάρκης δῖος Ἀχιλλεὺς
  9. κούρης χωόμενος Βρισηΐδος ἠϋκόμοιο,
  10. τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσας
  11. Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης,
  12. κὰδ δὲ Μύνητʼ ἔβαλεν καὶ Ἐπίστροφον ἐγχεσιμώρους,
  13. υἱέας Εὐηνοῖο Σεληπιάδαο ἄνακτος·
  14. τῆς ὅ γε κεῖτʼ ἀχέων, τάχα δʼ ἀνστήσεσθαι ἔμελλεν.
  15. οἳ δʼ εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα
  16. Δήμητρος τέμενος, Ἴτωνά τε μητέρα μήλων,
  17. ἀγχίαλόν τʼ Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην,
  18. τῶν αὖ Πρωτεσίλαος ἀρήϊος ἡγεμόνευε
  19. ζωὸς ἐών· τότε δʼ ἤδη ἔχεν κάτα γαῖα μέλαινα.
  20. τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο