Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τῶν αὖθʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ·
  2. τῷ δʼ ἐνενήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
  3. οἳ δʼ ἔχον Ἀρκαδίην ὑπὸ Κυλλήνης ὄρος αἰπὺ
  4. Αἰπύτιον παρὰ τύμβον ἵνʼ ἀνέρες ἀγχιμαχηταί,
  5. οἳ Φενεόν τʼ ἐνέμοντο καὶ Ὀρχομενὸν πολύμηλον
  6. Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην
  7. καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινὴν
  8. Στύμφηλόν τʼ εἶχον καὶ Παρρασίην ἐνέμοντο,
  9. τῶν ἦρχʼ Ἀγκαίοιο πάϊς κρείων Ἀγαπήνωρ
  10. ἑξήκοντα νεῶν· πολέες δʼ ἐν νηῒ ἑκάστῃ
  11. Ἀρκάδες ἄνδρες ἔβαινον ἐπιστάμενοι πολεμίζειν.
  12. αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
  13. νῆας ἐϋσσέλμους περάαν ἐπὶ οἴνοπα πόντον
  14. Ἀτρεΐδης, ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει.
  15. οἳ δʼ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον
  16. ὅσσον ἐφʼ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα
  17. πέτρη τʼ Ὠλενίη καὶ Ἀλήσιον ἐντὸς ἐέργει,
  18. τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δʼ ἀνδρὶ ἑκάστῳ
  19. νῆες ἕποντο θοαί, πολέες δʼ ἔμβαινον Ἐπειοί.
  20. τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Θάλπιος ἡγησάσθην