Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων.
  2. τῷ δʼ ἅμʼ Ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντες
  3. αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσιν μελίῃσι
  4. θώρηκας ῥήξειν δηΐων ἀμφὶ στήθεσσι·
  5. τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
  6. οἳ δʼ ἄρʼ Ἀθήνας εἶχον ἐϋκτίμενον πτολίεθρον
  7. δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτʼ Ἀθήνη
  8. θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα,
  9. κὰδ δʼ ἐν Ἀθήνῃς εἷσεν ἑῷ ἐν πίονι νηῷ·
  10. ἔνθα δέ μιν ταύροισι καὶ ἀρνειοῖς ἱλάονται
  11. κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν·
  12. τῶν αὖθʼ ἡγεμόνευʼ υἱὸς Πετεῶο Μενεσθεύς.
  13. τῷ δʼ οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετʼ ἀνὴρ
  14. κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας·
  15. Νέστωρ οἶος ἔριζεν· ὃ γὰρ προγενέστερος ἦεν·
  16. τῷ δʼ ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο.
  17. Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας,
  18. στῆσε δʼ ἄγων ἵνʼ Ἀθηναίων ἵσταντο φάλαγγες.
  19. οἳ δʼ Ἄργός τʼ εἶχον Τίρυνθά τε τειχιόεσσαν
  20. Ἑρμιόνην Ἀσίνην τε, βαθὺν κατὰ κόλπον ἐχούσας,