Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
  2. αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
  3. κηρύσσειν πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς·
  4. οἳ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα.
  5. οἳ δʼ ἀμφʼ Ἀτρεΐωνα διοτρεφέες βασιλῆες
  6. θῦνον κρίνοντες, μετὰ δὲ γλαυκῶπις Ἀθήνη
  7. αἰγίδʼ ἔχουσʼ ἐρίτιμον ἀγήρων ἀθανάτην τε,
  8. τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθονται,
  9. πάντες ἐϋπλεκέες, ἑκατόμβοιος δὲ ἕκαστος·
  10. σὺν τῇ παιφάσσουσα διέσσυτο λαὸν Ἀχαιῶν
  11. ὀτρύνουσʼ ἰέναι· ἐν δὲ σθένος ὦρσεν ἑκάστῳ
  12. καρδίῃ ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
  13. τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι
  14. ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.
  15. ἠΰτε πῦρ ἀΐδηλον ἐπιφλέγει ἄσπετον ὕλην
  16. οὔρεος ἐν κορυφῇς, ἕκαθεν δέ τε φαίνεται αὐγή,
  17. ὣς τῶν ἐρχομένων ἀπὸ χαλκοῦ θεσπεσίοιο
  18. αἴγλη παμφανόωσα διʼ αἰθέρος οὐρανὸν ἷκε.
  19. τῶν δʼ ὥς τʼ ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ
  20. χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων