Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
  2. αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,
  3. μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν
  4. δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.
  5. καὶ τὰ μὲν ἂρ σχίζῃσιν ἀφύλλοισιν κατέκαιον,
  6. σπλάγχνα δʼ ἄρʼ ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο.
  7. αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,
  8. μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,
  9. ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
  10. αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα
  11. δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
  12. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  13. τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
  14. Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
  15. μηκέτι νῦν δήθʼ αὖθι λεγώμεθα, μηδʼ ἔτι δηρὸν
  16. ἀμβαλλώμεθα ἔργον ὃ δὴ θεὸς ἐγγυαλίζει.
  17. ἀλλʼ ἄγε κήρυκες μὲν Ἀχαιῶν χαλκοχιτώνων
  18. λαὸν κηρύσσοντες ἀγειρόντων κατὰ νῆας,
  19. ἡμεῖς δʼ ἀθρόοι ὧδε κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν
  20. ἴομεν ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα.