Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οὔ τοι ἀπόβλητον ἔπος ἔσσεται ὅττί κεν εἴπω·
  2. κρῖνʼ ἄνδρας κατὰ φῦλα κατὰ φρήτρας Ἀγάμεμνον,
  3. ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ, φῦλα δὲ φύλοις.
  4. εἰ δέ κεν ὣς ἕρξῃς καί τοι πείθωνται Ἀχαιοί,
  5. γνώσῃ ἔπειθʼ ὅς θʼ ἡγεμόνων κακὸς ὅς τέ νυ λαῶν
  6. ἠδʼ ὅς κʼ ἐσθλὸς ἔῃσι· κατὰ σφέας γὰρ μαχέονται.
  7. γνώσεαι δʼ εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις,
  8. ἦ ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο.
  9. τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
  10. ἦ μὰν αὖτʼ ἀγορῇ νικᾷς γέρον υἷας Ἀχαιῶν.
  11. αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
  12. τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν·
  13. τώ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος
  14. χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
  15. ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεν,
  16. ὅς με μετʼ ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει.
  17. καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθʼ εἵνεκα κούρης
  18. ἀντιβίοις ἐπέεσσιν, ἐγὼ δʼ ἦρχον χαλεπαίνων·
  19. εἰ δέ ποτʼ ἔς γε μίαν βουλεύσομεν, οὐκέτʼ ἔπειτα
  20. Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδʼ ἠβαιόν.