Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. εἴ κʼ ἔτι σʼ ἀφραίνοντα κιχήσομαι ὥς νύ περ ὧδε,
  2. μηκέτʼ ἔπειτʼ Ὀδυσῆϊ κάρη ὤμοισιν ἐπείη,
  3. μηδʼ ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην,
  4. εἰ μὴ ἐγώ σε λαβὼν ἀπὸ μὲν φίλα εἵματα δύσω,
  5. χλαῖνάν τʼ ἠδὲ χιτῶνα, τά τʼ αἰδῶ ἀμφικαλύπτει,
  6. αὐτὸν δὲ κλαίοντα θοὰς ἐπὶ νῆας ἀφήσω
  7. πεπλήγων ἀγορῆθεν ἀεικέσσι πληγῇσιν.
  8. ὣς ἄρʼ ἔφη, σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ ὤμω
  9. πλῆξεν· ὃ δʼ ἰδνώθη, θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ·
  10. σμῶδιξ δʼ αἱματόεσσα μεταφρένου ἐξυπανέστη
  11. σκήπτρου ὕπο χρυσέου· ὃ δʼ ἄρʼ ἕζετο τάρβησέν τε,
  12. ἀλγήσας δʼ ἀχρεῖον ἰδὼν ἀπομόρξατο δάκρυ.
  13. οἳ δὲ καὶ ἀχνύμενοί περ ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν·
  14. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  15. ὢ πόποι ἦ δὴ μυρίʼ Ὀδυσσεὺς ἐσθλὰ ἔοργε
  16. βουλάς τʼ ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων·
  17. νῦν δὲ τόδε μέγʼ ἄριστον ἐν Ἀργείοισιν ἔρεξεν,
  18. ὃς τὸν λωβητῆρα ἐπεσβόλον ἔσχʼ ἀγοράων.
  19. οὔ θήν μιν πάλιν αὖτις ἀνήσει θυμὸς ἀγήνωρ
  20. νεικείειν βασιλῆας ὀνειδείοις ἐπέεσσιν.
  21. ὣς φάσαν ἣ πληθύς· ἀνὰ δʼ ὃ πτολίπορθος Ὀδυσσεὺς
  22. ἔστη σκῆπτρον ἔχων· παρὰ δὲ γλαυκῶπις Ἀθήνη
  23. εἰδομένη κήρυκι σιωπᾶν λαὸν ἀνώγει,
  24. ὡς ἅμα θʼ οἳ πρῶτοί τε καὶ ὕστατοι υἷες Ἀχαιῶν
  25. μῦθον ἀκούσειαν καὶ ἐπιφρασσαίατο βουλήν·
  26. ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
  27. Ἀτρεΐδη νῦν δή σε ἄναξ ἐθέλουσιν Ἀχαιοὶ
  28. πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν,
  29. οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν ἥν περ ὑπέσταν
  30. ἐνθάδʼ ἔτι στείχοντες ἀπʼ Ἄργεος ἱπποβότοιο
  31. Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι.
  32. ὥς τε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες
  33. ἀλλήλοισιν ὀδύρονται οἶκον δὲ νέεσθαι.
  34. ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι·
  35. καὶ γάρ τίς θʼ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο
  36. ἀσχαλάᾳ σὺν νηῒ πολυζύγῳ, ὅν περ ἄελλαι
  37. χειμέριαι εἰλέωσιν ὀρινομένη τε θάλασσα·
  38. ἡμῖν δʼ εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸς
  39. ἐνθάδε μιμνόντεσσι· τὼ οὐ νεμεσίζομʼ Ἀχαιοὺς
  40. ἀσχαλάαν παρὰ νηυσὶ κορωνίσιν· ἀλλὰ καὶ ἔμπης
  41. αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι.
  42. τλῆτε φίλοι, καὶ μείνατʼ ἐπὶ χρόνον ὄφρα δαῶμεν
  43. ἢ ἐτεὸν Κάλχας μαντεύεται ἦε καὶ οὐκί.
  44. εὖ γὰρ δὴ τόδε ἴδμεν ἐνὶ φρεσίν, ἐστὲ δὲ πάντες
  45. μάρτυροι, οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι·
  46. χθιζά τε καὶ πρωΐζʼ ὅτʼ ἐς Αὐλίδα νῆες Ἀχαιῶν
  47. ἠγερέθοντο κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι,
  48. ἡμεῖς δʼ ἀμφὶ περὶ κρήνην ἱεροὺς κατὰ βωμοὺς
  49. ἕρδομεν ἀθανάτοισι τεληέσσας ἑκατόμβας
  50. καλῇ ὑπὸ πλατανίστῳ ὅθεν ῥέεν ἀγλαὸν ὕδωρ·
  51. ἔνθʼ ἐφάνη μέγα σῆμα· δράκων ἐπὶ νῶτα δαφοινὸς
  52. σμερδαλέος, τόν ῥʼ αὐτὸς Ὀλύμπιος ἧκε φόως δέ,
  53. βωμοῦ ὑπαΐξας πρός ῥα πλατάνιστον ὄρουσεν.
  54. ἔνθα δʼ ἔσαν στρουθοῖο νεοσσοί, νήπια τέκνα,
  55. ὄζῳ ἐπʼ ἀκροτάτῳ πετάλοις ὑποπεπτηῶτες
  56. ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα·
  57. ἔνθʼ ὅ γε τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας·
  58. μήτηρ δʼ ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα·
  59. τὴν δʼ ἐλελιξάμενος πτέρυγος λάβεν ἀμφιαχυῖαν.
  60. αὐτὰρ ἐπεὶ κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτήν,
  61. τὸν μὲν ἀρίζηλον θῆκεν θεὸς ὅς περ ἔφηνε·
  62. λᾶαν γάρ μιν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω·
  63. ἡμεῖς δʼ ἑσταότες θαυμάζομεν οἷον ἐτύχθη.
  64. ὡς οὖν δεινὰ πέλωρα θεῶν εἰσῆλθʼ ἑκατόμβας,
  65. Κάλχας δʼ αὐτίκʼ ἔπειτα θεοπροπέων ἀγόρευε·
  66. τίπτʼ ἄνεῳ ἐγένεσθε κάρη κομόωντες Ἀχαιοί;
  67. ἡμῖν μὲν τόδʼ ἔφηνε τέρας μέγα μητίετα Ζεὺς
  68. ὄψιμον ὀψιτέλεστον, ὅου κλέος οὔ ποτʼ ὀλεῖται.
  69. ὡς οὗτος κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτὴν
  70. ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα,
  71. ὣς ἡμεῖς τοσσαῦτʼ ἔτεα πτολεμίξομεν αὖθι,
  72. τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν.
  73. κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.
  74. ἀλλʼ ἄγε μίμνετε πάντες ἐϋκνήμιδες Ἀχαιοὶ
  75. αὐτοῦ εἰς ὅ κεν ἄστυ μέγα Πριάμοιο ἕλωμεν.
  76. ὣς ἔφατʼ, Ἀργεῖοι δὲ μέγʼ ἴαχον, ἀμφὶ δὲ νῆες
  77. σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπʼ Ἀχαιῶν,
  78. μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο·
  79. τοῖσι δὲ καὶ μετέειπε Γερήνιος ἱππότα Νέστωρ·
  80. ὦ πόποι ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε
  81. νηπιάχοις οἷς οὔ τι μέλει πολεμήϊα ἔργα.
  82. πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἥμιν;
  83. ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τʼ ἀνδρῶν
  84. σπονδαί τʼ ἄκρητοι καὶ δεξιαί, ᾗς ἐπέπιθμεν·
  85. αὔτως γὰρ ἐπέεσσʼ ἐριδαίνομεν, οὐδέ τι μῆχος
  86. εὑρέμεναι δυνάμεσθα, πολὺν χρόνον ἐνθάδʼ ἐόντες.
  87. Ἀτρεΐδη σὺ δʼ ἔθʼ ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν
  88. ἄρχευʼ Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας,
  89. τούσδε δʼ ἔα φθινύθειν ἕνα καὶ δύο, τοί κεν Ἀχαιῶν
  90. νόσφιν βουλεύωσʼ· ἄνυσις δʼ οὐκ ἔσσεται αὐτῶν·
  91. πρὶν Ἄργος δʼ ἰέναι πρὶν καὶ Διὸς αἰγιόχοιο
  92. γνώμεναι εἴ τε ψεῦδος ὑπόσχεσις εἴ τε καὶ οὐκί.
  93. φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα
  94. ἤματι τῷ ὅτε νηυσὶν ἐν ὠκυπόροισιν ἔβαινον
  95. Ἀργεῖοι Τρώεσσι φόνον καὶ κῆρα φέροντες
  96. ἀστράπτων ἐπιδέξιʼ ἐναίσιμα σήματα φαίνων.
  97. τὼ μή τις πρὶν ἐπειγέσθω οἶκον δὲ νέεσθαι
  98. πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι,
  99. τίσασθαι δʼ Ἑλένης ὁρμήματά τε στοναχάς τε.
  100. εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκον δὲ νέεσθαι
  101. ἁπτέσθω ἧς νηὸς ἐϋσσέλμοιο μελαίνης,
  102. ὄφρα πρόσθʼ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ.
  103. ἀλλὰ ἄναξ αὐτός τʼ εὖ μήδεο πείθεό τʼ ἄλλῳ·
  104. οὔ τοι ἀπόβλητον ἔπος ἔσσεται ὅττί κεν εἴπω·
  105. κρῖνʼ ἄνδρας κατὰ φῦλα κατὰ φρήτρας Ἀγάμεμνον,
  106. ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ, φῦλα δὲ φύλοις.
  107. εἰ δέ κεν ὣς ἕρξῃς καί τοι πείθωνται Ἀχαιοί,
  108. γνώσῃ ἔπειθʼ ὅς θʼ ἡγεμόνων κακὸς ὅς τέ νυ λαῶν
  109. ἠδʼ ὅς κʼ ἐσθλὸς ἔῃσι· κατὰ σφέας γὰρ μαχέονται.
  110. γνώσεαι δʼ εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις,
  111. ἦ ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο.
  112. τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
  113. ἦ μὰν αὖτʼ ἀγορῇ νικᾷς γέρον υἷας Ἀχαιῶν.
  114. αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
  115. τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν·
  116. τώ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος
  117. χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
  118. ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεν,
  119. ὅς με μετʼ ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει.
  120. καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθʼ εἵνεκα κούρης
  121. ἀντιβίοις ἐπέεσσιν, ἐγὼ δʼ ἦρχον χαλεπαίνων·
  122. εἰ δέ ποτʼ ἔς γε μίαν βουλεύσομεν, οὐκέτʼ ἔπειτα
  123. Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδʼ ἠβαιόν.
  124. νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα.
  125. εὖ μέν τις δόρυ θηξάσθω, εὖ δʼ ἀσπίδα θέσθω,
  126. εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν,
  127. εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν πολέμοιο μεδέσθω,
  128. ὥς κε πανημέριοι στυγερῷ κρινώμεθʼ Ἄρηϊ.
  129. οὐ γὰρ παυσωλή γε μετέσσεται οὐδʼ ἠβαιὸν
  130. εἰ μὴ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν.
  131. ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσφιν
  132. ἀσπίδος ἀμφιβρότης, περὶ δʼ ἔγχεϊ χεῖρα καμεῖται·
  133. ἱδρώσει δέ τευ ἵππος ἐΰξοον ἅρμα τιταίνων.
  134. ὃν δέ κʼ ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω
  135. μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἔπειτα
  136. ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδʼ οἰωνούς.
  137. ὣς ἔφατʼ, Ἀργεῖοι δὲ μέγʼ ἴαχον ὡς ὅτε κῦμα
  138. ἀκτῇ ἐφʼ ὑψηλῇ, ὅτε κινήσῃ Νότος ἐλθών,
  139. προβλῆτι σκοπέλῳ· τὸν δʼ οὔ ποτε κύματα λείπει
  140. παντοίων ἀνέμων, ὅτʼ ἂν ἔνθʼ ἢ ἔνθα γένωνται.
  141. ἀνστάντες δʼ ὀρέοντο κεδασθέντες κατὰ νῆας,
  142. κάπνισσάν τε κατὰ κλισίας, καὶ δεῖπνον ἕλοντο.
  143. ἄλλος δʼ ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων
  144. εὐχόμενος θάνατόν τε φυγεῖν καὶ μῶλον Ἄρηος.
  145. αὐτὰρ ὃ βοῦν ἱέρευσε ἄναξ ἀνδρῶν Ἀγαμέμνων
  146. πίονα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι,
  147. κίκλησκεν δὲ γέροντας ἀριστῆας Παναχαιῶν,
  148. Νέστορα μὲν πρώτιστα καὶ Ἰδομενῆα ἄνακτα,
  149. αὐτὰρ ἔπειτʼ Αἴαντε δύω καὶ Τυδέος υἱόν,
  150. ἕκτον δʼ αὖτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον.
  151. αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος·
  152. ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο.
  153. βοῦν δὲ περιστήσαντο καὶ οὐλοχύτας ἀνέλοντο·
  154. τοῖσιν δʼ εὐχόμενος μετέφη κρείων Ἀγαμέμνων·
  155. Ζεῦ κύδιστε μέγιστε κελαινεφὲς αἰθέρι ναίων
  156. μὴ πρὶν ἐπʼ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν
  157. πρίν με κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον
  158. αἰθαλόεν, πρῆσαι δὲ πυρὸς δηΐοιο θύρετρα,
  159. Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι
  160. χαλκῷ ῥωγαλέον· πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι
  161. πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν.
  162. ὣς ἔφατʼ, οὐδʼ ἄρα πώ οἱ ἐπεκραίαινε Κρονίων,
  163. ἀλλʼ ὅ γε δέκτο μὲν ἱρά, πόνον δʼ ἀμέγαρτον ὄφελλεν.
  164. αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
  165. αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,
  166. μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν
  167. δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.
  168. καὶ τὰ μὲν ἂρ σχίζῃσιν ἀφύλλοισιν κατέκαιον,
  169. σπλάγχνα δʼ ἄρʼ ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο.
  170. αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,
  171. μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,
  172. ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
  173. αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα
  174. δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
  175. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  176. τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
  177. Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
  178. μηκέτι νῦν δήθʼ αὖθι λεγώμεθα, μηδʼ ἔτι δηρὸν
  179. ἀμβαλλώμεθα ἔργον ὃ δὴ θεὸς ἐγγυαλίζει.
  180. ἀλλʼ ἄγε κήρυκες μὲν Ἀχαιῶν χαλκοχιτώνων
  181. λαὸν κηρύσσοντες ἀγειρόντων κατὰ νῆας,
  182. ἡμεῖς δʼ ἀθρόοι ὧδε κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν
  183. ἴομεν ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα.
  184. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
  185. αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
  186. κηρύσσειν πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς·
  187. οἳ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα.
  188. οἳ δʼ ἀμφʼ Ἀτρεΐωνα διοτρεφέες βασιλῆες
  189. θῦνον κρίνοντες, μετὰ δὲ γλαυκῶπις Ἀθήνη
  190. αἰγίδʼ ἔχουσʼ ἐρίτιμον ἀγήρων ἀθανάτην τε,
  191. τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθονται,
  192. πάντες ἐϋπλεκέες, ἑκατόμβοιος δὲ ἕκαστος·
  193. σὺν τῇ παιφάσσουσα διέσσυτο λαὸν Ἀχαιῶν
  194. ὀτρύνουσʼ ἰέναι· ἐν δὲ σθένος ὦρσεν ἑκάστῳ
  195. καρδίῃ ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
  196. τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι
  197. ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.
  198. ἠΰτε πῦρ ἀΐδηλον ἐπιφλέγει ἄσπετον ὕλην
  199. οὔρεος ἐν κορυφῇς, ἕκαθεν δέ τε φαίνεται αὐγή,
  200. ὣς τῶν ἐρχομένων ἀπὸ χαλκοῦ θεσπεσίοιο
  201. αἴγλη παμφανόωσα διʼ αἰθέρος οὐρανὸν ἷκε.
  202. τῶν δʼ ὥς τʼ ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ
  203. χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων
  204. Ἀσίω ἐν λειμῶνι Καϋστρίου ἀμφὶ ῥέεθρα
  205. ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσι
  206. κλαγγηδὸν προκαθιζόντων, σμαραγεῖ δέ τε λειμών,
  207. ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων
  208. ἐς πεδίον προχέοντο Σκαμάνδριον· αὐτὰρ ὑπὸ χθὼν
  209. σμερδαλέον κονάβιζε ποδῶν αὐτῶν τε καὶ ἵππων.
  210. ἔσταν δʼ ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι
  211. μυρίοι, ὅσσά τε φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ.
  212. ἠΰτε μυιάων ἁδινάων ἔθνεα πολλὰ
  213. αἵ τε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσιν
  214. ὥρῃ ἐν εἰαρινῇ ὅτε τε γλάγος ἄγγεα δεύει,
  215. τόσσοι ἐπὶ Τρώεσσι κάρη κομόωντες Ἀχαιοὶ
  216. ἐν πεδίῳ ἵσταντο διαρραῖσαι μεμαῶτες.
  217. τοὺς δʼ ὥς τʼ αἰπόλια πλατέʼ αἰγῶν αἰπόλοι ἄνδρες
  218. ῥεῖα διακρίνωσιν ἐπεί κε νομῷ μιγέωσιν,
  219. ὣς τοὺς ἡγεμόνες διεκόσμεον ἔνθα καὶ ἔνθα
  220. ὑσμίνην δʼ ἰέναι, μετὰ δὲ κρείων Ἀγαμέμνων
  221. ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ,
  222. Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι.
  223. ἠΰτε βοῦς ἀγέληφι μέγʼ ἔξοχος ἔπλετο πάντων
  224. ταῦρος· ὃ γάρ τε βόεσσι μεταπρέπει ἀγρομένῃσι·
  225. τοῖον ἄρʼ Ἀτρεΐδην θῆκε Ζεὺς ἤματι κείνῳ
  226. ἐκπρεπέʼ ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσιν.
  227. ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι·
  228. ὑμεῖς γὰρ θεαί ἐστε πάρεστέ τε ἴστέ τε πάντα,
  229. ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν οὐδέ τι ἴδμεν·
  230. οἵ τινες ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν·
  231. πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,
  232. οὐδʼ εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματʼ εἶεν,
  233. φωνὴ δʼ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη,
  234. εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι Διὸς αἰγιόχοιο
  235. θυγατέρες μνησαίαθʼ ὅσοι ὑπὸ Ἴλιον ἦλθον·
  236. ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας.
  237. Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον
  238. Ἀρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε,
  239. οἵ θʼ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν
  240. Σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τʼ Ἐτεωνόν,
  241. Θέσπειαν Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν,
  242. οἵ τʼ ἀμφʼ Ἅρμʼ ἐνέμοντο καὶ Εἰλέσιον καὶ Ἐρυθράς,
  243. οἵ τʼ Ἐλεῶνʼ εἶχον ἠδʼ Ὕλην καὶ Πετεῶνα,
  244. Ὠκαλέην Μεδεῶνά τʼ ἐϋκτίμενον πτολίεθρον,
  245. Κώπας Εὔτρησίν τε πολυτρήρωνά τε Θίσβην,
  246. οἵ τε Κορώνειαν καὶ ποιήενθʼ Ἁλίαρτον,
  247. οἵ τε Πλάταιαν ἔχον ἠδʼ οἳ Γλισᾶντʼ ἐνέμοντο,
  248. οἵ θʼ Ὑποθήβας εἶχον ἐϋκτίμενον πτολίεθρον,
  249. Ὀγχηστόν θʼ ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος,
  250. οἵ τε πολυστάφυλον Ἄρνην ἔχον, οἵ τε Μίδειαν
  251. Νῖσάν τε ζαθέην Ἀνθηδόνα τʼ ἐσχατόωσαν·
  252. τῶν μὲν πεντήκοντα νέες κίον, ἐν δὲ ἑκάστῃ
  253. κοῦροι Βοιωτῶν ἑκατὸν καὶ εἴκοσι βαῖνον.
  254. οἳ δʼ Ἀσπληδόνα ναῖον ἰδʼ Ὀρχομενὸν Μινύειον,
  255. τῶν ἦρχʼ Ἀσκάλαφος καὶ Ἰάλμενος υἷες Ἄρηος
  256. οὓς τέκεν Ἀστυόχη δόμῳ Ἄκτορος Ἀζεΐδαο,
  257. παρθένος αἰδοίη ὑπερώϊον εἰσαναβᾶσα
  258. Ἄρηϊ κρατερῷ· ὃ δέ οἱ παρελέξατο λάθρῃ·
  259. τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
  260. αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον
  261. υἷες Ἰφίτου μεγαθύμου Ναυβολίδαο,
  262. οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν
  263. Κρῖσάν τε ζαθέην καὶ Δαυλίδα καὶ Πανοπῆα,
  264. οἵ τʼ Ἀνεμώρειαν καὶ Ὑάμπολιν ἀμφενέμοντο,
  265. οἵ τʼ ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον,
  266. οἵ τε Λίλαιαν ἔχον πηγῇς ἔπι Κηφισοῖο·
  267. τοῖς δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
  268. οἳ μὲν Φωκήων στίχας ἵστασαν ἀμφιέποντες,
  269. Βοιωτῶν δʼ ἔμπλην ἐπʼ ἀριστερὰ θωρήσσοντο.
  270. Λοκρῶν δʼ ἡγεμόνευεν Ὀϊλῆος ταχὺς Αἴας
  271. μείων, οὔ τι τόσος γε ὅσος Τελαμώνιος Αἴας
  272. ἀλλὰ πολὺ μείων· ὀλίγος μὲν ἔην λινοθώρηξ,
  273. ἐγχείῃ δʼ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς·
  274. οἳ Κῦνόν τʼ ἐνέμοντʼ Ὀπόεντά τε Καλλίαρόν τε
  275. Βῆσσάν τε Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινὰς
  276. Τάρφην τε Θρόνιον τε Βοαγρίου ἀμφὶ ῥέεθρα·
  277. τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο
  278. Λοκρῶν, οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης.
  279. οἳ δʼ Εὔβοιαν ἔχον μένεα πνείοντες Ἄβαντες
  280. Χαλκίδα τʼ Εἰρέτριάν τε πολυστάφυλόν θʼ Ἱστίαιαν
  281. Κήρινθόν τʼ ἔφαλον Δίου τʼ αἰπὺ πτολίεθρον,
  282. οἵ τε Κάρυστον ἔχον ἠδʼ οἳ Στύρα ναιετάασκον,
  283. τῶν αὖθʼ ἡγεμόνευʼ Ἐλεφήνωρ ὄζος Ἄρηος
  284. Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων.
  285. τῷ δʼ ἅμʼ Ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντες
  286. αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσιν μελίῃσι
  287. θώρηκας ῥήξειν δηΐων ἀμφὶ στήθεσσι·
  288. τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
  289. οἳ δʼ ἄρʼ Ἀθήνας εἶχον ἐϋκτίμενον πτολίεθρον
  290. δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτʼ Ἀθήνη
  291. θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα,
  292. κὰδ δʼ ἐν Ἀθήνῃς εἷσεν ἑῷ ἐν πίονι νηῷ·
  293. ἔνθα δέ μιν ταύροισι καὶ ἀρνειοῖς ἱλάονται
  294. κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν·
  295. τῶν αὖθʼ ἡγεμόνευʼ υἱὸς Πετεῶο Μενεσθεύς.
  296. τῷ δʼ οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετʼ ἀνὴρ
  297. κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας·
  298. Νέστωρ οἶος ἔριζεν· ὃ γὰρ προγενέστερος ἦεν·
  299. τῷ δʼ ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο.
  300. Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας,
  301. στῆσε δʼ ἄγων ἵνʼ Ἀθηναίων ἵσταντο φάλαγγες.
  302. οἳ δʼ Ἄργός τʼ εἶχον Τίρυνθά τε τειχιόεσσαν
  303. Ἑρμιόνην Ἀσίνην τε, βαθὺν κατὰ κόλπον ἐχούσας,
  304. Τροιζῆνʼ Ἠϊόνας τε καὶ ἀμπελόεντʼ Ἐπίδαυρον,
  305. οἵ τʼ ἔχον Αἴγιναν Μάσητά τε κοῦροι Ἀχαιῶν,
  306. τῶν αὖθʼ ἡγεμόνευε βοὴν ἀγαθὸς Διομήδης
  307. καὶ Σθένελος, Καπανῆος ἀγακλειτοῦ φίλος υἱός·
  308. τοῖσι δʼ ἅμʼ Εὐρύαλος τρίτατος κίεν ἰσόθεος φὼς
  309. Μηκιστέος υἱὸς Ταλαϊονίδαο ἄνακτος·
  310. συμπάντων δʼ ἡγεῖτο βοὴν ἀγαθὸς Διομήδης·
  311. τοῖσι δʼ ἅμʼ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.
  312. οἳ δὲ Μυκήνας εἶχον ἐϋκτίμενον πτολίεθρον
  313. ἀφνειόν τε Κόρινθον ἐϋκτιμένας τε Κλεωνάς,
  314. Ὀρνειάς τʼ ἐνέμοντο Ἀραιθυρέην τʼ ἐρατεινὴν
  315. καὶ Σικυῶνʼ, ὅθʼ ἄρʼ Ἄδρηστος πρῶτʼ ἐμβασίλευεν,
  316. οἵ θʼ Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν
  317. Πελλήνην τʼ εἶχον ἠδʼ Αἴγιον ἀμφενέμοντο
  318. Αἰγιαλόν τʼ ἀνὰ πάντα καὶ ἀμφʼ Ἑλίκην εὐρεῖαν,
  319. τῶν ἑκατὸν νηῶν ἦρχε κρείων Ἀγαμέμνων
  320. Ἀτρεΐδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι
  321. λαοὶ ἕποντʼ· ἐν δʼ αὐτὸς ἐδύσετο νώροπα χαλκὸν
  322. κυδιόων, πᾶσιν δὲ μετέπρεπεν ἡρώεσσιν
  323. οὕνεκʼ ἄριστος ἔην πολὺ δὲ πλείστους ἄγε λαούς.
  324. οἳ δʼ εἶχον κοίλην Λακεδαίμονα κητώεσσαν,
  325. Φᾶρίν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην,
  326. Βρυσειάς τʼ ἐνέμοντο καὶ Αὐγειὰς ἐρατεινάς,
  327. οἵ τʼ ἄρʼ Ἀμύκλας εἶχον Ἕλος τʼ ἔφαλον πτολίεθρον,
  328. οἵ τε Λάαν εἶχον ἠδʼ Οἴτυλον ἀμφενέμοντο,
  329. τῶν οἱ ἀδελφεὸς ἦρχε βοὴν ἀγαθὸς Μενέλαος
  330. ἑξήκοντα νεῶν· ἀπάτερθε δὲ θωρήσσοντο·
  331. ἐν δʼ αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθὼς
  332. ὀτρύνων πόλεμον δέ· μάλιστα δὲ ἵετο θυμῷ
  333. τίσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε.
  334. οἳ δὲ Πύλον τʼ ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινὴν
  335. καὶ Θρύον Ἀλφειοῖο πόρον καὶ ἐΰκτιτον Αἰπὺ
  336. καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον
  337. καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον, ἔνθά τε Μοῦσαι
  338. ἀντόμεναι Θάμυριν τὸν Θρήϊκα παῦσαν ἀοιδῆς
  339. Οἰχαλίηθεν ἰόντα παρʼ Εὐρύτου Οἰχαλιῆος·
  340. στεῦτο γὰρ εὐχόμενος νικησέμεν εἴ περ ἂν αὐταὶ
  341. Μοῦσαι ἀείδοιεν κοῦραι Διὸς αἰγιόχοιο·
  342. αἳ δὲ χολωσάμεναι πηρὸν θέσαν, αὐτὰρ ἀοιδὴν
  343. θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν·
  344. τῶν αὖθʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ·
  345. τῷ δʼ ἐνενήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
  346. οἳ δʼ ἔχον Ἀρκαδίην ὑπὸ Κυλλήνης ὄρος αἰπὺ
  347. Αἰπύτιον παρὰ τύμβον ἵνʼ ἀνέρες ἀγχιμαχηταί,
  348. οἳ Φενεόν τʼ ἐνέμοντο καὶ Ὀρχομενὸν πολύμηλον
  349. Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην
  350. καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινὴν
  351. Στύμφηλόν τʼ εἶχον καὶ Παρρασίην ἐνέμοντο,
  352. τῶν ἦρχʼ Ἀγκαίοιο πάϊς κρείων Ἀγαπήνωρ
  353. ἑξήκοντα νεῶν· πολέες δʼ ἐν νηῒ ἑκάστῃ
  354. Ἀρκάδες ἄνδρες ἔβαινον ἐπιστάμενοι πολεμίζειν.
  355. αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
  356. νῆας ἐϋσσέλμους περάαν ἐπὶ οἴνοπα πόντον
  357. Ἀτρεΐδης, ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει.
  358. οἳ δʼ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον
  359. ὅσσον ἐφʼ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα
  360. πέτρη τʼ Ὠλενίη καὶ Ἀλήσιον ἐντὸς ἐέργει,
  361. τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δʼ ἀνδρὶ ἑκάστῳ
  362. νῆες ἕποντο θοαί, πολέες δʼ ἔμβαινον Ἐπειοί.
  363. τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Θάλπιος ἡγησάσθην
  364. υἷες ὃ μὲν Κτεάτου, ὃ δʼ ἄρʼ Εὐρύτου, Ἀκτορίωνε·
  365. τῶν δʼ Ἀμαρυγκεΐδης ἦρχε κρατερὸς Διώρης·
  366. τῶν δὲ τετάρτων ἦρχε Πολύξεινος θεοειδὴς
  367. υἱὸς Ἀγασθένεος Αὐγηϊάδαο ἄνακτος.
  368. οἳ δʼ ἐκ Δουλιχίοιο Ἐχινάων θʼ ἱεράων
  369. νήσων, αἳ ναίουσι πέρην ἁλὸς Ἤλιδος ἄντα,
  370. τῶν αὖθʼ ἡγεμόνευε Μέγης ἀτάλαντος Ἄρηϊ
  371. Φυλεΐδης, ὃν τίκτε Διῒ φίλος ἱππότα Φυλεύς,
  372. ὅς ποτε Δουλίχιον δʼ ἀπενάσσατο πατρὶ χολωθείς·
  373. τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
  374. αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους,
  375. οἵ ῥʼ Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλον
  376. καὶ Κροκύλειʼ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν,
  377. οἵ τε Ζάκυνθον ἔχον ἠδʼ οἳ Σάμον ἀμφενέμοντο,
  378. οἵ τʼ ἤπειρον ἔχον ἠδʼ ἀντιπέραιʼ ἐνέμοντο·
  379. τῶν μὲν Ὀδυσσεὺς ἦρχε Διὶ μῆτιν ἀτάλαντος·
  380. τῷ δʼ ἅμα νῆες ἕποντο δυώδεκα μιλτοπάρῃοι.
  381. Αἰτωλῶν δʼ ἡγεῖτο Θόας Ἀνδραίμονος υἱός,
  382. οἳ Πλευρῶνʼ ἐνέμοντο καὶ Ὤλενον ἠδὲ Πυλήνην
  383. Χαλκίδα τʼ ἀγχίαλον Καλυδῶνά τε πετρήεσσαν·
  384. οὐ γὰρ ἔτʼ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν,
  385. οὐδʼ ἄρʼ ἔτʼ αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος·
  386. τῷ δʼ ἐπὶ πάντʼ ἐτέταλτο ἀνασσέμεν Αἰτωλοῖσι·
  387. τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
  388. Κρητῶν δʼ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευεν,
  389. οἳ Κνωσόν τʼ εἶχον Γόρτυνά τε τειχιόεσσαν,
  390. Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον
  391. Φαιστόν τε Ῥύτιόν τε, πόλεις εὖ ναιετοώσας,
  392. ἄλλοι θʼ οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο.
  393. τῶν μὲν ἄρʼ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευε
  394. Μηριόνης τʼ ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ·
  395. τοῖσι δʼ ἅμʼ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.
  396. Τληπόλεμος δʼ Ἡρακλεΐδης ἠΰς τε μέγας τε
  397. ἐκ Ῥόδου ἐννέα νῆας ἄγεν Ῥοδίων ἀγερώχων,
  398. οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες
  399. Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον.
  400. τῶν μὲν Τληπόλεμος δουρὶ κλυτὸς ἡγεμόνευεν,
  401. ὃν τέκεν Ἀστυόχεια βίῃ Ἡρακληείῃ,
  402. τὴν ἄγετʼ ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος
  403. πέρσας ἄστεα πολλὰ διοτρεφέων αἰζηῶν.
  404. Τληπόλεμος δʼ ἐπεὶ οὖν τράφʼ ἐνὶ μεγάρῳ εὐπήκτῳ,
  405. αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα
  406. ἤδη γηράσκοντα Λικύμνιον ὄζον Ἄρηος·
  407. αἶψα δὲ νῆας ἔπηξε, πολὺν δʼ ὅ γε λαὸν ἀγείρας
  408. βῆ φεύγων ἐπὶ πόντον· ἀπείλησαν γάρ οἱ ἄλλοι
  409. υἱέες υἱωνοί τε βίης Ἡρακληείης.
  410. αὐτὰρ ὅ γʼ ἐς Ῥόδον ἷξεν ἀλώμενος ἄλγεα πάσχων·
  411. τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν, ἠδὲ φίληθεν
  412. ἐκ Διός, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει,
  413. καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων.
  414. Νιρεὺς αὖ Σύμηθεν ἄγε τρεῖς νῆας ἐΐσας
  415. Νιρεὺς Ἀγλαΐης υἱὸς Χαρόποιό τʼ ἄνακτος
  416. Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε
  417. τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα·
  418. ἀλλʼ ἀλαπαδνὸς ἔην, παῦρος δέ οἱ εἵπετο λαός.
  419. οἳ δʼ ἄρα Νίσυρόν τʼ εἶχον Κράπαθόν τε Κάσον τε
  420. καὶ Κῶν Εὐρυπύλοιο πόλιν νήσους τε Καλύδνας,
  421. τῶν αὖ Φείδιππός τε καὶ Ἄντιφος ἡγησάσθην
  422. Θεσσαλοῦ υἷε δύω Ἡρακλεΐδαο ἄνακτος·
  423. τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
  424. νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον,
  425. οἵ τʼ Ἄλον οἵ τʼ Ἀλόπην οἵ τε Τρηχῖνα νέμοντο,
  426. οἵ τʼ εἶχον Φθίην ἠδʼ Ἑλλάδα καλλιγύναικα,
  427. Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί,
  428. τῶν αὖ πεντήκοντα νεῶν ἦν ἀρχὸς Ἀχιλλεύς.
  429. ἀλλʼ οἵ γʼ οὐ πολέμοιο δυσηχέος ἐμνώοντο·
  430. οὐ γὰρ ἔην ὅς τίς σφιν ἐπὶ στίχας ἡγήσαιτο·
  431. κεῖτο γὰρ ἐν νήεσσι ποδάρκης δῖος Ἀχιλλεὺς
  432. κούρης χωόμενος Βρισηΐδος ἠϋκόμοιο,
  433. τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσας
  434. Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης,
  435. κὰδ δὲ Μύνητʼ ἔβαλεν καὶ Ἐπίστροφον ἐγχεσιμώρους,
  436. υἱέας Εὐηνοῖο Σεληπιάδαο ἄνακτος·
  437. τῆς ὅ γε κεῖτʼ ἀχέων, τάχα δʼ ἀνστήσεσθαι ἔμελλεν.
  438. οἳ δʼ εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα
  439. Δήμητρος τέμενος, Ἴτωνά τε μητέρα μήλων,
  440. ἀγχίαλόν τʼ Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην,
  441. τῶν αὖ Πρωτεσίλαος ἀρήϊος ἡγεμόνευε
  442. ζωὸς ἐών· τότε δʼ ἤδη ἔχεν κάτα γαῖα μέλαινα.
  443. τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο
  444. καὶ δόμος ἡμιτελής· τὸν δʼ ἔκτανε Δάρδανος ἀνὴρ
  445. νηὸς ἀποθρῴσκοντα πολὺ πρώτιστον Ἀχαιῶν.
  446. οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν·
  447. ἀλλά σφεας κόσμησε Ποδάρκης ὄζος Ἄρηος
  448. Ἰφίκλου υἱὸς πολυμήλου Φυλακίδαο
  449. αὐτοκασίγνητος μεγαθύμου Πρωτεσιλάου
  450. ὁπλότερος γενεῇ· ὁ δʼ ἅμα πρότερος καὶ ἀρείων
  451. ἥρως Πρωτεσίλαος ἀρήϊος· οὐδέ τι λαοὶ
  452. δεύονθʼ ἡγεμόνος, πόθεόν γε μὲν ἐσθλὸν ἐόντα·
  453. τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
  454. οἳ δὲ Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην
  455. Βοίβην καὶ Γλαφύρας καὶ ἐϋκτιμένην Ἰαωλκόν,
  456. τῶν ἦρχʼ Ἀδμήτοιο φίλος πάϊς ἕνδεκα νηῶν
  457. Εὔμηλος, τὸν ὑπʼ Ἀδμήτῳ τέκε δῖα γυναικῶν
  458. Ἄλκηστις Πελίαο θυγατρῶν εἶδος ἀρίστη.
  459. οἳ δʼ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο
  460. καὶ Μελίβοιαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν,
  461. τῶν δὲ Φιλοκτήτης ἦρχεν τόξων ἐῢ εἰδὼς
  462. ἑπτὰ νεῶν· ἐρέται δʼ ἐν ἑκάστῃ πεντήκοντα
  463. ἐμβέβασαν τόξων εὖ εἰδότες ἶφι μάχεσθαι.
  464. ἀλλʼ ὃ μὲν ἐν νήσῳ κεῖτο κρατέρʼ ἄλγεα πάσχων
  465. Λήμνῳ ἐν ἠγαθέῃ, ὅθι μιν λίπον υἷες Ἀχαιῶν
  466. ἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου·
  467. ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων· τάχα δὲ μνήσεσθαι ἔμελλον
  468. Ἀργεῖοι παρὰ νηυσὶ Φιλοκτήταο ἄνακτος.
  469. οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν·
  470. ἀλλὰ Μέδων κόσμησεν Ὀϊλῆος νόθος υἱός,
  471. τόν ῥʼ ἔτεκεν Ῥήνη ὑπʼ Ὀϊλῆϊ πτολιπόρθῳ.
  472. οἳ δʼ εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν,
  473. οἵ τʼ ἔχον Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιῆος,
  474. τῶν αὖθʼ ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε
  475. ἰητῆρʼ ἀγαθὼ Ποδαλείριος ἠδὲ Μαχάων·
  476. τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
  477. οἳ δʼ ἔχον Ὀρμένιον, οἵ τε κρήνην Ὑπέρειαν,
  478. οἵ τʼ ἔχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα,
  479. τῶν ἦρχʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός·
  480. τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
  481. οἳ δʼ Ἄργισσαν ἔχον καὶ Γυρτώνην ἐνέμοντο,
  482. Ὄρθην Ἠλώνην τε πόλιν τʼ Ὀλοοσσόνα λευκήν,
  483. τῶν αὖθʼ ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης
  484. υἱὸς Πειριθόοιο τὸν ἀθάνατος τέκετο Ζεύς·
  485. τόν ῥʼ ὑπὸ Πειριθόῳ τέκετο κλυτὸς Ἱπποδάμεια
  486. ἤματι τῷ ὅτε Φῆρας ἐτίσατο λαχνήεντας,
  487. τοὺς δʼ ἐκ Πηλίου ὦσε καὶ Αἰθίκεσσι πέλασσεν·
  488. οὐκ οἶος, ἅμα τῷ γε Λεοντεὺς ὄζος Ἄρηος
  489. υἱὸς ὑπερθύμοιο Κορώνου Καινεΐδαο·
  490. τοῖς δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
  491. Γουνεὺς δʼ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας·
  492. τῷ δʼ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοὶ
  493. οἳ περὶ Δωδώνην δυσχείμερον οἰκίʼ ἔθεντο,
  494. οἵ τʼ ἀμφʼ ἱμερτὸν Τιταρησσὸν ἔργα νέμοντο
  495. ὅς ῥʼ ἐς Πηνειὸν προΐει καλλίρροον ὕδωρ,
  496. οὐδʼ ὅ γε Πηνειῷ συμμίσγεται ἀργυροδίνῃ,
  497. ἀλλά τέ μιν καθύπερθεν ἐπιρρέει ἠΰτʼ ἔλαιον·
  498. ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ.
  499. Μαγνήτων δʼ ἦρχε Πρόθοος Τενθρηδόνος υἱός,
  500. οἳ περὶ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον
  501. ναίεσκον· τῶν μὲν Πρόθοος θοὸς ἡγεμόνευε,
  502. τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
  503. οὗτοι ἄρʼ ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν·
  504. τίς τὰρ τῶν ὄχʼ ἄριστος ἔην σύ μοι ἔννεπε Μοῦσα
  505. αὐτῶν ἠδʼ ἵππων, οἳ ἅμʼ Ἀτρεΐδῃσιν ἕποντο.
  506. ἵπποι μὲν μέγʼ ἄρισται ἔσαν Φηρητιάδαο,
  507. τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὣς
  508. ὄτριχας οἰέτεας σταφύλῇ ἐπὶ νῶτον ἐΐσας·
  509. τὰς ἐν Πηρείῃ θρέψʼ ἀργυρότοξος Ἀπόλλων
  510. ἄμφω θηλείας, φόβον Ἄρηος φορεούσας.
  511. ἀνδρῶν αὖ μέγʼ ἄριστος ἔην Τελαμώνιος Αἴας
  512. ὄφρʼ Ἀχιλεὺς μήνιεν· ὃ γὰρ πολὺ φέρτατος ἦεν,
  513. ἵπποι θʼ οἳ φορέεσκον ἀμύμονα Πηλεΐωνα.
  514. ἀλλʼ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι
  515. κεῖτʼ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν
  516. Ἀτρεΐδῃ· λαοὶ δὲ παρὰ ῥηγμῖνι θαλάσσης
  517. δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες
  518. τόξοισίν θʼ· ἵπποι δὲ παρʼ ἅρμασιν οἷσιν ἕκαστος
  519. λωτὸν ἐρεπτόμενοι ἐλεόθρεπτόν τε σέλινον
  520. ἕστασαν· ἅρματα δʼ εὖ πεπυκασμένα κεῖτο ἀνάκτων
  521. ἐν κλισίῃς· οἳ δʼ ἀρχὸν ἀρηΐφιλον ποθέοντες
  522. φοίτων ἔνθα καὶ ἔνθα κατὰ στρατὸν οὐδὲ μάχοντο.
  523. οἳ δʼ ἄρʼ ἴσαν ὡς εἴ τε πυρὶ χθὼν πᾶσα νέμοιτο·
  524. γαῖα δʼ ὑπεστενάχιζε Διὶ ὣς τερπικεραύνῳ
  525. χωομένῳ ὅτε τʼ ἀμφὶ Τυφωέϊ γαῖαν ἱμάσσῃ
  526. εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς·
  527. ὣς ἄρα τῶν ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα
  528. ἐρχομένων· μάλα δʼ ὦκα διέπρησσον πεδίοιο.
  529. Τρωσὶν δʼ ἄγγελος ἦλθε ποδήνεμος ὠκέα Ἶρις
  530. πὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ·
  531. οἳ δʼ ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο θύρῃσι
  532. πάντες ὁμηγερέες ἠμὲν νέοι ἠδὲ γέροντες·
  533. ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
  534. εἴσατο δὲ φθογγὴν υἷϊ Πριάμοιο Πολίτῃ,
  535. ὃς Τρώων σκοπὸς ἷζε ποδωκείῃσι πεποιθὼς
  536. τύμβῳ ἐπʼ ἀκροτάτῳ Αἰσυήταο γέροντος,
  537. δέγμενος ὁππότε ναῦφιν ἀφορμηθεῖεν Ἀχαιοί·
  538. τῷ μιν ἐεισαμένη προσέφη πόδας ὠκέα Ἶρις·
  539. ὦ γέρον αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν,
  540. ὥς ποτʼ ἐπʼ εἰρήνης· πόλεμος δʼ ἀλίαστος ὄρωρεν.
  541. ἤδη μὲν μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν,
  542. ἀλλʼ οὔ πω τοιόνδε τοσόνδέ τε λαὸν ὄπωπα·
  543. λίην γὰρ φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν
  544. ἔρχονται πεδίοιο μαχησόμενοι προτὶ ἄστυ.
  545. Ἕκτορ σοὶ δὲ μάλιστʼ ἐπιτέλλομαι, ὧδε δὲ ῥέξαι·
  546. πολλοὶ γὰρ κατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι,
  547. ἄλλη δʼ ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων·
  548. τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω οἷσί περ ἄρχει,
  549. τῶν δʼ ἐξηγείσθω κοσμησάμενος πολιήτας.
  550. ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι θεᾶς ἔπος ἠγνοίησεν,
  551. αἶψα δʼ ἔλυσʼ ἀγορήν· ἐπὶ τεύχεα δʼ ἐσσεύοντο·
  552. πᾶσαι δʼ ὠΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαὸς
  553. πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
  554. ἔστι δέ τις προπάροιθε πόλιος αἰπεῖα κολώνη
  555. ἐν πεδίῳ ἀπάνευθε περίδρομος ἔνθα καὶ ἔνθα,
  556. τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν,
  557. ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης·
  558. ἔνθα τότε Τρῶές τε διέκριθεν ἠδʼ ἐπίκουροι.
  559. Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ
  560. Πριαμίδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι
  561. λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσι.
  562. Δαρδανίων αὖτʼ ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο
  563. Αἰνείας, τὸν ὑπʼ Ἀγχίσῃ τέκε δῖʼ Ἀφροδίτη
  564. Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα,
  565. οὐκ οἶος, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε
  566. Ἀρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.
  567. οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης
  568. ἀφνειοὶ πίνοντες ὕδωρ μέλαν Αἰσήποιο
  569. Τρῶες, τῶν αὖτʼ ἦρχε Λυκάονος ἀγλαὸς υἱὸς
  570. Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν.
  571. οἳ δʼ Ἀδρήστειάν τʼ εἶχον καὶ δῆμον Ἀπαισοῦ
  572. καὶ Πιτύειαν ἔχον καὶ Τηρείης ὄρος αἰπύ,
  573. τῶν ἦρχʼ Ἄδρηστός τε καὶ Ἄμφιος λινοθώρηξ
  574. υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων
  575. ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε
  576. στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι
  577. πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.
  578. οἳ δʼ ἄρα Περκώτην καὶ Πράκτιον ἀμφενέμοντο
  579. καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην,
  580. τῶν αὖθʼ Ὑρτακίδης ἦρχʼ Ἄσιος ὄρχαμος ἀνδρῶν,
  581. Ἄσιος Ὑρτακίδης ὃν Ἀρίσβηθεν φέρον ἵπποι
  582. αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.
  583. Ἱππόθοος δʼ ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων
  584. τῶν οἳ Λάρισαν ἐριβώλακα ναιετάασκον·
  585. τῶν ἦρχʼ Ἱππόθοός τε Πύλαιός τʼ ὄζος Ἄρηος,
  586. υἷε δύω Λήθοιο Πελασγοῦ Τευταμίδαο.
  587. αὐτὰρ Θρήϊκας ἦγʼ Ἀκάμας καὶ Πείροος ἥρως
  588. ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει.
  589. Εὔφημος δʼ ἀρχὸς Κικόνων ἦν αἰχμητάων
  590. υἱὸς Τροιζήνοιο διοτρεφέος Κεάδαο.
  591. αὐτὰρ Πυραίχμης ἄγε Παίονας ἀγκυλοτόξους
  592. τηλόθεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξιοῦ εὐρὺ ῥέοντος,
  593. Ἀξιοῦ οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἶαν.
  594. Παφλαγόνων δʼ ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ
  595. ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων,
  596. οἵ ῥα Κύτωρον ἔχον καὶ Σήσαμον ἀμφενέμοντο
  597. ἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ δώματʼ ἔναιον
  598. Κρῶμνάν τʼ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους.
  599. αὐτὰρ Ἁλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον
  600. τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη.
  601. Μυσῶν δὲ Χρόμις ἦρχε καὶ Ἔννομος οἰωνιστής·
  602. ἀλλʼ οὐκ οἰωνοῖσιν ἐρύσατο κῆρα μέλαιναν,
  603. ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο
  604. ἐν ποταμῷ, ὅθι περ Τρῶας κεράϊζε καὶ ἄλλους.
  605. Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς
  606. τῆλʼ ἐξ Ἀσκανίης· μέμασαν δʼ ὑσμῖνι μάχεσθαι.
  607. Μῄοσιν αὖ Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθην
  608. υἷε Ταλαιμένεος τὼ Γυγαίη τέκε λίμνη,
  609. οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας.
  610. Νάστης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων,
  611. οἳ Μίλητον ἔχον Φθιρῶν τʼ ὄρος ἀκριτόφυλλον
  612. Μαιάνδρου τε ῥοὰς Μυκάλης τʼ αἰπεινὰ κάρηνα·
  613. τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην,
  614. Νάστης Ἀμφίμαχός τε Νομίονος ἀγλαὰ τέκνα,
  615. ὃς καὶ χρυσὸν ἔχων πόλεμον δʼ ἴεν ἠΰτε κούρη
  616. νήπιος, οὐδέ τί οἱ τό γʼ ἐπήρκεσε λυγρὸν ὄλεθρον,
  617. ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο
  618. ἐν ποταμῷ, χρυσὸν δʼ Ἀχιλεὺς ἐκόμισσε δαΐφρων.
  619. Σαρπηδὼν δʼ ἦρχεν Λυκίων καὶ Γλαῦκος ἀμύμων
  620. τηλόθεν ἐκ Λυκίης, Ξάνθου ἄπο δινήεντος.
  1. αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμʼ ἡγεμόνεσσιν ἕκαστοι,
  2. Τρῶες μὲν κλαγγῇ τʼ ἐνοπῇ τʼ ἴσαν ὄρνιθες ὣς
  3. ἠΰτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό·
  4. αἵ τʼ ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον
  5. κλαγγῇ ταί γε πέτονται ἐπʼ ὠκεανοῖο ῥοάων
  6. ἀνδράσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι·
  7. ἠέριαι δʼ ἄρα ταί γε κακὴν ἔριδα προφέρονται.
  8. οἳ δʼ ἄρʼ ἴσαν σιγῇ μένεα πνείοντες Ἀχαιοὶ
  9. ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν.
  10. εὖτʼ ὄρεος κορυφῇσι Νότος κατέχευεν ὀμίχλην
  11. ποιμέσιν οὔ τι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω,
  12. τόσσόν τίς τʼ ἐπιλεύσσει ὅσον τʼ ἐπὶ λᾶαν ἵησιν·
  13. ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὄρνυτʼ ἀελλὴς
  14. ἐρχομένων· μάλα δʼ ὦκα διέπρησσον πεδίοιο.
  15. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
  16. Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδὴς
  17. παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξα
  18. καὶ ξίφος· αὐτὰρ δοῦρε δύω κεκορυθμένα χαλκῷ
  19. πάλλων Ἀργείων προκαλίζετο πάντας ἀρίστους
  20. ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι.
  21. τὸν δʼ ὡς οὖν ἐνόησεν ἀρηΐφιλος Μενέλαος
  22. ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβάντα,
  23. ὥς τε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας
  24. εὑρὼν ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα
  25. πεινάων· μάλα γάρ τε κατεσθίει, εἴ περ ἂν αὐτὸν
  26. σεύωνται ταχέες τε κύνες θαλεροί τʼ αἰζηοί·
  27. ὣς ἐχάρη Μενέλαος Ἀλέξανδρον θεοειδέα
  28. ὀφθαλμοῖσιν ἰδών· φάτο γὰρ τίσεσθαι ἀλείτην·
  29. αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
  30. τὸν δʼ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς
  31. ἐν προμάχοισι φανέντα, κατεπλήγη φίλον ἦτορ,
  32. ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων.
  33. ὡς δʼ ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη
  34. οὔρεος ἐν βήσσῃς, ὑπό τε τρόμος ἔλλαβε γυῖα,
  35. ἂψ δʼ ἀνεχώρησεν, ὦχρός τέ μιν εἷλε παρειάς,
  36. ὣς αὖτις καθʼ ὅμιλον ἔδυ Τρώων ἀγερώχων
  37. δείσας Ἀτρέος υἱὸν Ἀλέξανδρος θεοειδής.
  38. τὸν δʼ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσιν·
  39. Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ
  40. αἴθʼ ὄφελες ἄγονός τʼ ἔμεναι ἄγαμός τʼ ἀπολέσθαι·
  41. καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον ἦεν
  42. ἢ οὕτω λώβην τʼ ἔμεναι καὶ ὑπόψιον ἄλλων.
  43. ἦ που καγχαλόωσι κάρη κομόωντες Ἀχαιοὶ
  44. φάντες ἀριστῆα πρόμον ἔμμεναι, οὕνεκα καλὸν
  45. εἶδος ἔπʼ, ἀλλʼ οὐκ ἔστι βίη φρεσὶν οὐδέ τις ἀλκή.
  46. ἦ τοιόσδε ἐὼν ἐν ποντοπόροισι νέεσσι
  47. πόντον ἐπιπλώσας, ἑτάρους ἐρίηρας ἀγείρας,
  48. μιχθεὶς ἀλλοδαποῖσι γυναῖκʼ εὐειδέʼ ἀνῆγες
  49. ἐξ ἀπίης γαίης νυὸν ἀνδρῶν αἰχμητάων
  50. πατρί τε σῷ μέγα πῆμα πόληΐ τε παντί τε δήμῳ,
  51. δυσμενέσιν μὲν χάρμα, κατηφείην δὲ σοὶ αὐτῷ;
  52. οὐκ ἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον;
  53. γνοίης χʼ οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν·
  54. οὐκ ἄν τοι χραίσμῃ κίθαρις τά τε δῶρʼ Ἀφροδίτης
  55. ἥ τε κόμη τό τε εἶδος ὅτʼ ἐν κονίῃσι μιγείης.
  56. ἀλλὰ μάλα Τρῶες δειδήμονες· ἦ τέ κεν ἤδη
  57. λάϊνον ἕσσο χιτῶνα κακῶν ἕνεχʼ ὅσσα ἔοργας.
  58. τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·
  59. Ἕκτορ ἐπεί με κατʼ αἶσαν ἐνείκεσας οὐδʼ ὑπὲρ αἶσαν·
  60. αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρὴς
  61. ὅς τʼ εἶσιν διὰ δουρὸς ὑπʼ ἀνέρος ὅς ῥά τε τέχνῃ
  62. νήϊον ἐκτάμνῃσιν, ὀφέλλει δʼ ἀνδρὸς ἐρωήν·
  63. ὣς σοὶ ἐνὶ στήθεσσιν ἀτάρβητος νόος ἐστί·
  64. μή μοι δῶρʼ ἐρατὰ πρόφερε χρυσέης Ἀφροδίτης·
  65. οὔ τοι ἀπόβλητʼ ἐστὶ θεῶν ἐρικυδέα δῶρα
  66. ὅσσά κεν αὐτοὶ δῶσιν, ἑκὼν δʼ οὐκ ἄν τις ἕλοιτο·
  67. νῦν αὖτʼ εἴ μʼ ἐθέλεις πολεμίζειν ἠδὲ μάχεσθαι,
  68. ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,
  69. αὐτὰρ ἔμʼ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον
  70. συμβάλετʼ ἀμφʼ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι·
  71. ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,
  72. κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδʼ ἀγέσθω·
  73. οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες
  74. ναίοιτε Τροίην ἐριβώλακα, τοὶ δὲ νεέσθων
  75. Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.
  76. ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτʼ ἐχάρη μέγα μῦθον ἀκούσας,
  77. καί ῥʼ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας
  78. μέσσου δουρὸς ἑλών· τοὶ δʼ ἱδρύνθησαν ἅπαντες.
  79. τῷ δʼ ἐπετοξάζοντο κάρη κομόωντες Ἀχαιοὶ
  80. ἰοῖσίν τε τιτυσκόμενοι λάεσσί τʼ ἔβαλλον·
  81. αὐτὰρ ὃ μακρὸν ἄϋσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  82. ἴσχεσθʼ Ἀργεῖοι, μὴ βάλλετε κοῦροι Ἀχαιῶν·
  83. στεῦται γάρ τι ἔπος ἐρέειν κορυθαίολος Ἕκτωρ.
  84. ὣς ἔφαθʼ, οἳ δʼ ἔσχοντο μάχης ἄνεῴ τʼ ἐγένοντο
  85. ἐσσυμένως· Ἕκτωρ δὲ μετʼ ἀμφοτέροισιν ἔειπε·
  86. κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ
  87. μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρεν.
  88. ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς
  89. τεύχεα κάλʼ ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ,
  90. αὐτὸν δʼ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον
  91. οἴους ἀμφʼ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι.
  92. ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται
  93. κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδʼ ἀγέσθω·
  94. οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ τάμωμεν.
  95. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
  96. τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Μενέλαος·
  97. κέκλυτε νῦν καὶ ἐμεῖο· μάλιστα γὰρ ἄλγος ἱκάνει
  98. θυμὸν ἐμόν, φρονέω δὲ διακρινθήμεναι ἤδη
  99. Ἀργείους καὶ Τρῶας, ἐπεὶ κακὰ πολλὰ πέπασθε
  100. εἵνεκʼ ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκʼ ἀρχῆς·
  101. ἡμέων δʼ ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται
  102. τεθναίη· ἄλλοι δὲ διακρινθεῖτε τάχιστα.
  103. οἴσετε ἄρνʼ, ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν,
  104. Γῇ τε καὶ Ἠελίῳ· Διὶ δʼ ἡμεῖς οἴσομεν ἄλλον·
  105. ἄξετε δὲ Πριάμοιο βίην, ὄφρʼ ὅρκια τάμνῃ
  106. αὐτός, ἐπεί οἱ παῖδες ὑπερφίαλοι καὶ ἄπιστοι,
  107. μή τις ὑπερβασίῃ Διὸς ὅρκια δηλήσηται.
  108. αἰεὶ δʼ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται·
  109. οἷς δʼ ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσω
  110. λεύσσει, ὅπως ὄχʼ ἄριστα μετʼ ἀμφοτέροισι γένηται.
  111. ὣς ἔφαθʼ, οἳ δʼ ἐχάρησαν Ἀχαιοί τε Τρῶές τε
  112. ἐλπόμενοι παύσασθαι ὀϊζυροῦ πολέμοιο.
  113. καί ῥʼ ἵππους μὲν ἔρυξαν ἐπὶ στίχας, ἐκ δʼ ἔβαν αὐτοί,
  114. τεύχεά τʼ ἐξεδύοντο· τὰ μὲν κατέθεντʼ ἐπὶ γαίῃ
  115. πλησίον ἀλλήλων, ὀλίγη δʼ ἦν ἀμφὶς ἄρουρα·
  116. Ἕκτωρ δὲ προτὶ ἄστυ δύω κήρυκας ἔπεμπε
  117. καρπαλίμως ἄρνάς τε φέρειν Πρίαμόν τε καλέσσαι·
  118. αὐτὰρ ὃ Ταλθύβιον προΐει κρείων Ἀγαμέμνων
  119. νῆας ἔπι γλαφυρὰς ἰέναι, ἠδʼ ἄρνʼ ἐκέλευεν
  120. οἰσέμεναι· ὃ δʼ ἄρʼ οὐκ ἀπίθησʼ Ἀγαμέμνονι δίῳ.
  121. Ἶρις δʼ αὖθʼ Ἑλένῃ λευκωλένῳ ἄγγελος ἦλθεν
  122. εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι,
  123. τὴν Ἀντηνορίδης εἶχε κρείων Ἑλικάων
  124. Λαοδίκην Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην.
  125. τὴν δʼ εὗρʼ ἐν μεγάρῳ· ἣ δὲ μέγαν ἱστὸν ὕφαινε
  126. δίπλακα πορφυρέην, πολέας δʼ ἐνέπασσεν ἀέθλους
  127. Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
  128. οὕς ἑθεν εἵνεκʼ ἔπασχον ὑπʼ Ἄρηος παλαμάων·
  129. ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
  130. δεῦρʼ ἴθι νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαι
  131. Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
  132. οἳ πρὶν ἐπʼ ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα
  133. ἐν πεδίῳ ὀλοοῖο λιλαιόμενοι πολέμοιο·
  134. οἳ δὴ νῦν ἕαται σιγῇ, πόλεμος δὲ πέπαυται,
  135. ἀσπίσι κεκλιμένοι, παρὰ δʼ ἔγχεα μακρὰ πέπηγεν.
  136. αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος
  137. μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο·
  138. τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις.
  139. ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ
  140. ἀνδρός τε προτέρου καὶ ἄστεος ἠδὲ τοκήων·
  141. αὐτίκα δʼ ἀργεννῇσι καλυψαμένη ὀθόνῃσιν
  142. ὁρμᾶτʼ ἐκ θαλάμοιο τέρεν κατὰ δάκρυ χέουσα
  143. οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο,
  144. Αἴθρη Πιτθῆος θυγάτηρ, Κλυμένη τε βοῶπις·
  145. αἶψα δʼ ἔπειθʼ ἵκανον ὅθι Σκαιαὶ πύλαι ἦσαν.
  146. οἳ δʼ ἀμφὶ Πρίαμον καὶ Πάνθοον ἠδὲ Θυμοίτην
  147. Λάμπόν τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος
  148. Οὐκαλέγων τε καὶ Ἀντήνωρ πεπνυμένω ἄμφω
  149. ἥατο δημογέροντες ἐπὶ Σκαιῇσι πύλῃσι,
  150. γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλʼ ἀγορηταὶ
  151. ἐσθλοί, τεττίγεσσιν ἐοικότες οἵ τε καθʼ ὕλην
  152. δενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσι·
  153. τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντʼ ἐπὶ πύργῳ.
  154. οἳ δʼ ὡς οὖν εἴδονθʼ Ἑλένην ἐπὶ πύργον ἰοῦσαν,
  155. ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον·
  156. οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς
  157. τοιῇδʼ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν·
  158. αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν·
  159. ἀλλὰ καὶ ὧς τοίη περ ἐοῦσʼ ἐν νηυσὶ νεέσθω,
  160. μηδʼ ἡμῖν τεκέεσσί τʼ ὀπίσσω πῆμα λίποιτο.
  161. ὣς ἄρʼ ἔφαν, Πρίαμος δʼ Ἑλένην ἐκαλέσσατο φωνῇ·
  162. δεῦρο πάροιθʼ ἐλθοῦσα φίλον τέκος ἵζευ ἐμεῖο,
  163. ὄφρα ἴδῃ πρότερόν τε πόσιν πηούς τε φίλους τε·
  164. οὔ τί μοι αἰτίη ἐσσί, θεοί νύ μοι αἴτιοί εἰσιν
  165. οἵ μοι ἐφώρμησαν πόλεμον πολύδακρυν Ἀχαιῶν·
  166. ὥς μοι καὶ τόνδʼ ἄνδρα πελώριον ἐξονομήνῃς
  167. ὅς τις ὅδʼ ἐστὶν Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε.
  168. ἤτοι μὲν κεφαλῇ καὶ μείζονες ἄλλοι ἔασι,
  169. καλὸν δʼ οὕτω ἐγὼν οὔ πω ἴδον ὀφθαλμοῖσιν,
  170. οὐδʼ οὕτω γεραρόν· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικε.
  171. τὸν δʼ Ἑλένη μύθοισιν ἀμείβετο δῖα γυναικῶν·
  172. αἰδοῖός τέ μοί ἐσσι φίλε ἑκυρὲ δεινός τε·
  173. ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακὸς ὁππότε δεῦρο
  174. υἱέϊ σῷ ἑπόμην θάλαμον γνωτούς τε λιποῦσα
  175. παῖδά τε τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν.
  176. ἀλλὰ τά γʼ οὐκ ἐγένοντο· τὸ καὶ κλαίουσα τέτηκα.
  177. τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς·
  178. οὗτός γʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων,
  179. ἀμφότερον βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής·
  180. δαὴρ αὖτʼ ἐμὸς ἔσκε κυνώπιδος, εἴ ποτʼ ἔην γε.
  181. ὣς φάτο, τὸν δʼ ὁ γέρων ἠγάσσατο φώνησέν τε·
  182. ὦ μάκαρ Ἀτρεΐδη μοιρηγενὲς ὀλβιόδαιμον,
  183. ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν.
  184. ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν,
  185. ἔνθα ἴδον πλείστους Φρύγας ἀνέρας αἰολοπώλους
  186. λαοὺς Ὀτρῆος καὶ Μυγδόνος ἀντιθέοιο,
  187. οἵ ῥα τότʼ ἐστρατόωντο παρʼ ὄχθας Σαγγαρίοιο·
  188. καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέχθην
  189. ἤματι τῷ ὅτε τʼ ἦλθον Ἀμαζόνες ἀντιάνειραι·
  190. ἀλλʼ οὐδʼ οἳ τόσοι ἦσαν ὅσοι ἑλίκωπες Ἀχαιοί.
  191. δεύτερον αὖτʼ Ὀδυσῆα ἰδὼν ἐρέεινʼ ὁ γεραιός·
  192. εἴπʼ ἄγε μοι καὶ τόνδε φίλον τέκος ὅς τις ὅδʼ ἐστί·
  193. μείων μὲν κεφαλῇ Ἀγαμέμνονος Ἀτρεΐδαο,
  194. εὐρύτερος δʼ ὤμοισιν ἰδὲ στέρνοισιν ἰδέσθαι.
  195. τεύχεα μέν οἱ κεῖται ἐπὶ χθονὶ πουλυβοτείρῃ,
  196. αὐτὸς δὲ κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν·
  197. ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ,
  198. ὅς τʼ οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων.
  199. τὸν δʼ ἠμείβετʼ ἔπειθʼ Ἑλένη Διὸς ἐκγεγαυῖα·
  200. οὗτος δʼ αὖ Λαερτιάδης πολύμητις Ὀδυσσεύς,
  201. ὃς τράφη ἐν δήμῳ Ἰθάκης κραναῆς περ ἐούσης
  202. εἰδὼς παντοίους τε δόλους καὶ μήδεα πυκνά.
  203. τὴν δʼ αὖτʼ Ἀντήνωρ πεπνυμένος ἀντίον ηὔδα·
  204. ὦ γύναι ἦ μάλα τοῦτο ἔπος νημερτὲς ἔειπες·
  205. ἤδη γὰρ καὶ δεῦρό ποτʼ ἤλυθε δῖος Ὀδυσσεὺς
  206. σεῦ ἕνεκʼ ἀγγελίης σὺν ἀρηϊφίλῳ Μενελάῳ·
  207. τοὺς δʼ ἐγὼ ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα,
  208. ἀμφοτέρων δὲ φυὴν ἐδάην καὶ μήδεα πυκνά.
  209. ἀλλʼ ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν
  210. στάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους,
  211. ἄμφω δʼ ἑζομένω γεραρώτερος ἦεν Ὀδυσσεύς·
  212. ἀλλʼ ὅτε δὴ μύθους καὶ μήδεα πᾶσιν ὕφαινον
  213. ἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε,
  214. παῦρα μὲν ἀλλὰ μάλα λιγέως, ἐπεὶ οὐ πολύμυθος
  215. οὐδʼ ἀφαμαρτοεπής· ἦ καὶ γένει ὕστερος ἦεν.
  216. ἀλλʼ ὅτε δὴ πολύμητις ἀναΐξειεν Ὀδυσσεὺς
  217. στάσκεν, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας,
  218. σκῆπτρον δʼ οὔτʼ ὀπίσω οὔτε προπρηνὲς ἐνώμα,
  219. ἀλλʼ ἀστεμφὲς ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώς·
  220. φαίης κε ζάκοτόν τέ τινʼ ἔμμεναι ἄφρονά τʼ αὔτως.
  221. ἀλλʼ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος εἵη
  222. καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν,
  223. οὐκ ἂν ἔπειτʼ Ὀδυσῆΐ γʼ ἐρίσσειε βροτὸς ἄλλος·
  224. οὐ τότε γʼ ὧδʼ Ὀδυσῆος ἀγασσάμεθʼ εἶδος ἰδόντες.
  225. τὸ τρίτον αὖτʼ Αἴαντα ἰδὼν ἐρέεινʼ ὃ γεραιός·
  226. τίς τὰρ ὅδʼ ἄλλος Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε
  227. ἔξοχος Ἀργείων κεφαλήν τε καὶ εὐρέας ὤμους;
  228. τὸν δʼ Ἑλένη τανύπεπλος ἀμείβετο δῖα γυναικῶν·
  229. οὗτος δʼ Αἴας ἐστὶ πελώριος ἕρκος Ἀχαιῶν·
  230. Ἰδομενεὺς δʼ ἑτέρωθεν ἐνὶ Κρήτεσσι θεὸς ὣς
  231. ἕστηκʼ, ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθονται.
  232. πολλάκι μιν ξείνισσεν ἀρηΐφιλος Μενέλαος
  233. οἴκῳ ἐν ἡμετέρῳ ὁπότε Κρήτηθεν ἵκοιτο.
  234. νῦν δʼ ἄλλους μὲν πάντας ὁρῶ ἑλίκωπας Ἀχαιούς,
  235. οὕς κεν ἐῢ γνοίην καί τʼ οὔνομα μυθησαίμην·
  236. δοιὼ δʼ οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν
  237. Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα
  238. αὐτοκασιγνήτω, τώ μοι μία γείνατο μήτηρ.
  239. ἢ οὐχ ἑσπέσθην Λακεδαίμονος ἐξ ἐρατεινῆς,
  240. ἢ δεύρω μὲν ἕποντο νέεσσʼ ἔνι ποντοπόροισι,
  241. νῦν αὖτʼ οὐκ ἐθέλουσι μάχην καταδύμεναι ἀνδρῶν
  242. αἴσχεα δειδιότες καὶ ὀνείδεα πόλλʼ ἅ μοί ἐστιν.
  243. ὣς φάτο, τοὺς δʼ ἤδη κάτεχεν φυσίζοος αἶα
  244. ἐν Λακεδαίμονι αὖθι φίλῃ ἐν πατρίδι γαίῃ.
  245. κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστὰ
  246. ἄρνε δύω καὶ οἶνον ἐΰφρονα καρπὸν ἀρούρης
  247. ἀσκῷ ἐν αἰγείῳ· φέρε δὲ κρητῆρα φαεινὸν
  248. κῆρυξ Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα·
  249. ὄτρυνεν δὲ γέροντα παριστάμενος ἐπέεσσιν·
  250. ὄρσεο Λαομεδοντιάδη, καλέουσιν ἄριστοι
  251. Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων
  252. ἐς πεδίον καταβῆναι ἵνʼ ὅρκια πιστὰ τάμητε·
  253. αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος
  254. μακρῇς ἐγχείῃσι μαχήσοντʼ ἀμφὶ γυναικί·
  255. τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθʼ ἕποιτο·
  256. οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες
  257. ναίοιμεν Τροίην ἐριβώλακα, τοὶ δὲ νέονται
  258. Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.
  259. ὣς φάτο ῥίγησεν δʼ ὃ γέρων, ἐκέλευσε δʼ ἑταίρους
  260. ἵππους ζευγνύμεναι· τοὶ δʼ ὀτραλέως ἐπίθοντο.
  261. ἂν δʼ ἄρʼ ἔβη Πρίαμος, κατὰ δʼ ἡνία τεῖνεν ὀπίσσω·
  262. πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον·
  263. τὼ δὲ διὰ Σκαιῶν πεδίον δʼ ἔχον ὠκέας ἵππους.
  264. ἀλλʼ ὅτε δή ῥʼ ἵκοντο μετὰ Τρῶας καὶ Ἀχαιούς,
  265. ἐξ ἵππων ἀποβάντες ἐπὶ χθόνα πουλυβότειραν
  266. ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο.
  267. ὄρνυτο δʼ αὐτίκʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
  268. ἂν δʼ Ὀδυσεὺς πολύμητις· ἀτὰρ κήρυκες ἀγαυοὶ
  269. ὅρκια πιστὰ θεῶν σύναγον, κρητῆρι δὲ οἶνον
  270. μίσγον, ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν.
  271. Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,
  272. ἥ οἱ πὰρ ξίφεος μέγα κουλεόν αἰὲν ἄωρτο,
  273. ἀρνῶν ἐκ κεφαλέων τάμνε τρίχας· αὐτὰρ ἔπειτα
  274. κήρυκες Τρώων καὶ Ἀχαιῶν νεῖμαν ἀρίστοις.
  275. τοῖσιν δʼ Ἀτρεΐδης μεγάλʼ εὔχετο χεῖρας ἀνασχών·
  276. Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε,
  277. Ἠέλιός θʼ, ὃς πάντʼ ἐφορᾷς καὶ πάντʼ ἐπακούεις,
  278. καὶ ποταμοὶ καὶ γαῖα, καὶ οἳ ὑπένερθε καμόντας
  279. ἀνθρώπους τίνυσθον ὅτις κʼ ἐπίορκον ὀμόσσῃ,
  280. ὑμεῖς μάρτυροι ἔστε, φυλάσσετε δʼ ὅρκια πιστά·
  281. εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ
  282. αὐτὸς ἔπειθʼ Ἑλένην ἐχέτω καὶ κτήματα πάντα,
  283. ἡμεῖς δʼ ἐν νήεσσι νεώμεθα ποντοπόροισιν·
  284. εἰ δέ κʼ Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος,
  285. Τρῶας ἔπειθʼ Ἑλένην καὶ κτήματα πάντʼ ἀποδοῦναι,
  286. τιμὴν δʼ Ἀργείοις ἀποτινέμεν ἥν τινʼ ἔοικεν,
  287. ἥ τε καὶ ἐσσομένοισι μετʼ ἀνθρώποισι πέληται.
  288. εἰ δʼ ἂν ἐμοὶ τιμὴν Πρίαμος Πριάμοιό τε παῖδες
  289. τίνειν οὐκ ἐθέλωσιν Ἀλεξάνδροιο πεσόντος,
  290. αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχήσομαι εἵνεκα ποινῆς
  291. αὖθι μένων, ἧός κε τέλος πολέμοιο κιχείω.
  292. ἦ, καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέϊ χαλκῷ·
  293. καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας
  294. θυμοῦ δευομένους· ἀπὸ γὰρ μένος εἵλετο χαλκός.
  295. οἶνον δʼ ἐκ κρητῆρος ἀφυσσόμενοι δεπάεσσιν
  296. ἔκχεον, ἠδʼ εὔχοντο θεοῖς αἰειγενέτῃσιν.
  297. ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε·
  298. Ζεῦ κύδιστε μέγιστε καὶ ἀθάνατοι θεοὶ ἄλλοι
  299. ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν
  300. ὧδέ σφʼ ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος
  301. αὐτῶν καὶ τεκέων, ἄλοχοι δʼ ἄλλοισι δαμεῖεν.
  302. ὣς ἔφαν, οὐδʼ ἄρα πώ σφιν ἐπεκραίαινε Κρονίων.
  303. τοῖσι δὲ Δαρδανίδης Πρίαμος μετὰ μῦθον ἔειπε·
  304. κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοί·
  305. ἤτοι ἐγὼν εἶμι προτὶ Ἴλιον ἠνεμόεσσαν
  306. ἄψ, ἐπεὶ οὔ πω τλήσομʼ ἐν ὀφθαλμοῖσιν ὁρᾶσθαι
  307. μαρνάμενον φίλον υἱὸν ἀρηϊφίλῳ Μενελάῳ·
  308. Ζεὺς μέν που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι
  309. ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν.
  310. ἦ ῥα καὶ ἐς δίφρον ἄρνας θέτο ἰσόθεος φώς,
  311. ἂν δʼ ἄρʼ ἔβαινʼ αὐτός, κατὰ δʼ ἡνία τεῖνεν ὀπίσσω·
  312. πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον.
  313. τὼ μὲν ἄρʼ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο·
  314. Ἕκτωρ δὲ Πριάμοιο πάϊς καὶ δῖος Ὀδυσσεὺς
  315. χῶρον μὲν πρῶτον διεμέτρεον, αὐτὰρ ἔπειτα
  316. κλήρους ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,
  317. ὁππότερος δὴ πρόσθεν ἀφείη χάλκεον ἔγχος.
  318. λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον,
  319. ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε·
  320. Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε
  321. ὁππότερος τάδε ἔργα μετʼ ἀμφοτέροισιν ἔθηκε,
  322. τὸν δὸς ἀποφθίμενον δῦναι δόμον Ἄϊδος εἴσω,
  323. ἡμῖν δʼ αὖ φιλότητα καὶ ὅρκια πιστὰ γενέσθαι.
  324. ὣς ἄρʼ ἔφαν, πάλλεν δὲ μέγας κορυθαίολος Ἕκτωρ
  325. ἂψ ὁρόων· Πάριος δὲ θοῶς ἐκ κλῆρος ὄρουσεν.
  326. οἳ μὲν ἔπειθʼ ἵζοντο κατὰ στίχας, ἧχι ἑκάστῳ
  327. ἵπποι ἀερσίποδες καὶ ποικίλα τεύχεʼ ἔκειτο·
  328. αὐτὰρ ὅ γʼ ἀμφʼ ὤμοισιν ἐδύσετο τεύχεα καλὰ
  329. δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο.
  330. κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
  331. καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·
  332. δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν
  333. οἷο κασιγνήτοιο Λυκάονος· ἥρμοσε δʼ αὐτῷ.
  334. ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον
  335. χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε·
  336. κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν
  337. ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·
  338. εἵλετο δʼ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει.
  339. ὣς δʼ αὔτως Μενέλαος ἀρήϊος ἔντεʼ ἔδυνεν.
  340. οἳ δʼ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,
  341. ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο
  342. δεινὸν δερκόμενοι· θάμβος δʼ ἔχεν εἰσορόωντας
  343. Τρῶάς θʼ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς.
  344. καί ῥʼ ἐγγὺς στήτην διαμετρητῷ ἐνὶ χώρῳ
  345. σείοντʼ ἐγχείας ἀλλήλοισιν κοτέοντε.
  346. πρόσθε δʼ Ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος,
  347. καὶ βάλεν Ἀτρεΐδαο κατʼ ἀσπίδα πάντοσε ἴσην,
  348. οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ
  349. ἀσπίδʼ ἐνὶ κρατερῇ· ὃ δὲ δεύτερον ὄρνυτο χαλκῷ
  350. Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί·
  351. Ζεῦ ἄνα δὸς τίσασθαι ὅ με πρότερος κάκʼ ἔοργε
  352. δῖον Ἀλέξανδρον, καὶ ἐμῇς ὑπὸ χερσὶ δάμασσον,
  353. ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων ἀνθρώπων
  354. ξεινοδόκον κακὰ ῥέξαι, ὅ κεν φιλότητα παράσχῃ.
  355. ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
  356. καὶ βάλε Πριαμίδαο κατʼ ἀσπίδα πάντοσε ἴσην·
  357. διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,
  358. καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·
  359. ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα
  360. ἔγχος· ὃ δʼ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.
  361. Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον
  362. πλῆξεν ἀνασχόμενος κόρυθος φάλον· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
  363. τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός.
  364. Ἀτρεΐδης δʼ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
  365. Ζεῦ πάτερ οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·
  366. ἦ τʼ ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος·
  367. νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος, ἐκ δέ μοι ἔγχος
  368. ἠΐχθη παλάμηφιν ἐτώσιον, οὐδʼ ἔβαλόν μιν.
  369. ἦ καὶ ἐπαΐξας κόρυθος λάβεν ἱπποδασείης,
  370. ἕλκε δʼ ἐπιστρέψας μετʼ ἐϋκνήμιδας Ἀχαιούς·
  371. ἄγχε δέ μιν πολύκεστος ἱμὰς ἁπαλὴν ὑπὸ δειρήν,
  372. ὅς οἱ ὑπʼ ἀνθερεῶνος ὀχεὺς τέτατο τρυφαλείης.
  373. καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος,
  374. εἰ μὴ ἄρʼ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη,
  375. ἥ οἱ ῥῆξεν ἱμάντα βοὸς ἶφι κταμένοιο·
  376. κεινὴ δὲ τρυφάλεια ἅμʼ ἕσπετο χειρὶ παχείῃ.
  377. τὴν μὲν ἔπειθʼ ἥρως μετʼ ἐϋκνήμιδας Ἀχαιοὺς
  378. ῥῖψʼ ἐπιδινήσας, κόμισαν δʼ ἐρίηρες ἑταῖροι·
  379. αὐτὰρ ὃ ἂψ ἐπόρουσε κατακτάμεναι μενεαίνων
  380. ἔγχεϊ χαλκείῳ· τὸν δʼ ἐξήρπαξʼ Ἀφροδίτη
  381. ῥεῖα μάλʼ ὥς τε θεός, ἐκάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ,
  382. κὰδ δʼ εἷσʼ ἐν θαλάμῳ εὐώδεϊ κηώεντι.
  383. αὐτὴ δʼ αὖ Ἑλένην καλέουσʼ ἴε· τὴν δὲ κίχανε
  384. πύργῳ ἐφʼ ὑψηλῷ, περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν·
  385. χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα,
  386. γρηῒ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προσέειπεν
  387. εἰροκόμῳ, ἥ οἱ Λακεδαίμονι ναιετοώσῃ
  388. ἤσκειν εἴρια καλά, μάλιστα δέ μιν φιλέεσκε·
  389. τῇ μιν ἐεισαμένη προσεφώνεε δῖʼ Ἀφροδίτη·
  390. δεῦρʼ ἴθʼ· Ἀλέξανδρός σε καλεῖ οἶκον δὲ νέεσθαι.
  391. κεῖνος ὅ γʼ ἐν θαλάμῳ καὶ δινωτοῖσι λέχεσσι
  392. κάλλεΐ τε στίλβων καὶ εἵμασιν· οὐδέ κε φαίης
  393. ἀνδρὶ μαχεσσάμενον τόν γʼ ἐλθεῖν, ἀλλὰ χορὸν δὲ
  394. ἔρχεσθʼ, ἠὲ χοροῖο νέον λήγοντα καθίζειν.
  395. ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε·
  396. καί ῥʼ ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴν
  397. στήθεά θʼ ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα,
  398. θάμβησέν τʼ ἄρʼ ἔπειτα ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  399. δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν;
  400. ἦ πῄ με προτέρω πολίων εὖ ναιομενάων
  401. ἄξεις, ἢ Φρυγίης ἢ Μῃονίης ἐρατεινῆς,
  402. εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων·
  403. οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον Μενέλαος
  404. νικήσας ἐθέλει στυγερὴν ἐμὲ οἴκαδʼ ἄγεσθαι,
  405. τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης;
  406. ἧσο παρʼ αὐτὸν ἰοῦσα, θεῶν δʼ ἀπόεικε κελεύθου,
  407. μηδʼ ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον,
  408. ἀλλʼ αἰεὶ περὶ κεῖνον ὀΐζυε καί ἑ φύλασσε,
  409. εἰς ὅ κέ σʼ ἢ ἄλοχον ποιήσεται ἢ ὅ γε δούλην.
  410. κεῖσε δʼ ἐγὼν οὐκ εἶμι· νεμεσσητὸν δέ κεν εἴη·
  411. κείνου πορσανέουσα λέχος· Τρῳαὶ δέ μʼ ὀπίσσω
  412. πᾶσαι μωμήσονται· ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ.
  413. τὴν δὲ χολωσαμένη προσεφώνεε δῖʼ Ἀφροδίτη·
  414. μή μʼ ἔρεθε σχετλίη, μὴ χωσαμένη σε μεθείω,
  415. τὼς δέ σʼ ἀπεχθήρω ὡς νῦν ἔκπαγλʼ ἐφίλησα,
  416. μέσσῳ δʼ ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρὰ
  417. Τρώων καὶ Δαναῶν, σὺ δέ κεν κακὸν οἶτον ὄληαι.
  418. ὣς ἔφατʼ, ἔδεισεν δʼ Ἑλένη Διὸς ἐκγεγαυῖα,
  419. βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ
  420. σιγῇ, πάσας δὲ Τρῳὰς λάθεν· ἦρχε δὲ δαίμων.
  421. αἳ δʼ ὅτʼ Ἀλεξάνδροιο δόμον περικαλλέʼ ἵκοντο,
  422. ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο,
  423. ἣ δʼ εἰς ὑψόροφον θάλαμον κίε δῖα γυναικῶν.
  424. τῇ δʼ ἄρα δίφρον ἑλοῦσα φιλομειδὴς Ἀφροδίτη
  425. ἀντίʼ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα·
  426. ἔνθα κάθιζʼ Ἑλένη κούρη Διὸς αἰγιόχοιο
  427. ὄσσε πάλιν κλίνασα, πόσιν δʼ ἠνίπαπε μύθῳ·
  428. ἤλυθες ἐκ πολέμου· ὡς ὤφελες αὐτόθʼ ὀλέσθαι
  429. ἀνδρὶ δαμεὶς κρατερῷ, ὃς ἐμὸς πρότερος πόσις ἦεν.
  430. ἦ μὲν δὴ πρίν γʼ εὔχεʼ ἀρηϊφίλου Μενελάου
  431. σῇ τε βίῃ καὶ χερσὶ καὶ ἔγχεϊ φέρτερος εἶναι·
  432. ἀλλʼ ἴθι νῦν προκάλεσσαι ἀρηΐφιλον Μενέλαον
  433. ἐξαῦτις μαχέσασθαι ἐναντίον· ἀλλά σʼ ἔγωγε
  434. παύεσθαι κέλομαι, μηδὲ ξανθῷ Μενελάῳ
  435. ἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι
  436. ἀφραδέως, μή πως τάχʼ ὑπʼ αὐτοῦ δουρὶ δαμήῃς.
  437. τὴν δὲ Πάρις μύθοισιν ἀμειβόμενος προσέειπε·
  438. μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε·
  439. νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ,
  440. κεῖνον δʼ αὖτις ἐγώ· πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν.
  441. ἀλλʼ ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντε·
  442. οὐ γάρ πώ ποτέ μʼ ὧδέ γʼ ἔρως φρένας ἀμφεκάλυψεν,
  443. οὐδʼ ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆς
  444. ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι,
  445. νήσῳ δʼ ἐν Κραναῇ ἐμίγην φιλότητι καὶ εὐνῇ,
  446. ὥς σεο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.
  447. ἦ ῥα, καὶ ἄρχε λέχος δὲ κιών· ἅμα δʼ εἵπετʼ ἄκοιτις.
  448. τὼ μὲν ἄρʼ ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν,
  449. Ἀτρεΐδης δʼ ἀνʼ ὅμιλον ἐφοίτα θηρὶ ἐοικὼς
  450. εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα.
  451. ἀλλʼ οὔ τις δύνατο Τρώων κλειτῶν τʼ ἐπικούρων
  452. δεῖξαι Ἀλέξανδρον τότʼ ἀρηϊφίλῳ Μενελάῳ·
  453. οὐ μὲν γὰρ φιλότητί γʼ ἐκεύθανον εἴ τις ἴδοιτο·
  454. ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ.
  455. τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  456. κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι·
  457. νίκη μὲν δὴ φαίνετʼ ἀρηϊφίλου Μενελάου,
  458. ὑμεῖς δʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ
  459. ἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν ἥν τινʼ ἔοικεν,
  460. ἥ τε καὶ ἐσσομένοισι μετʼ ἀνθρώποισι πέληται.
  461. ὣς ἔφατʼ Ἀτρεΐδης, ἐπὶ δʼ ᾔνεον ἄλλοι Ἀχαιοί.
  1. οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο
  2. χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια Ἥβη
  3. νέκταρ ἐοινοχόει· τοὶ δὲ χρυσέοις δεπάεσσι
  4. δειδέχατʼ ἀλλήλους, Τρώων πόλιν εἰσορόωντες·
  5. αὐτίκʼ ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην
  6. κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων·
  7. δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων
  8. Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη.
  9. ἀλλʼ ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαι
  10. τέρπεσθον· τῷ δʼ αὖτε φιλομειδὴς Ἀφροδίτη
  11. αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει·
  12. καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι.
  13. ἀλλʼ ἤτοι νίκη μὲν ἀρηϊφίλου Μενελάου·
  14. ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα,
  15. ἤ ῥʼ αὖτις πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν
  16. ὄρσομεν, ἦ φιλότητα μετʼ ἀμφοτέροισι βάλωμεν.
  17. εἰ δʼ αὖ πως τόδε πᾶσι φίλον καὶ ἡδὺ γένοιτο,
  18. ἤτοι μὲν οἰκέοιτο πόλις Πριάμοιο ἄνακτος,
  19. αὖτις δʼ Ἀργείην Ἑλένην Μενέλαος ἄγοιτο.
  20. ὣς ἔφαθʼ, αἳ δʼ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη·
  21. πλησίαι αἵ γʼ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.
  22. ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε
  23. σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει·
  24. Ἥρῃ δʼ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·
  25. αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες·
  26. πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον ἠδʼ ἀτέλεστον,
  27. ἱδρῶ θʼ ὃν ἵδρωσα μόγῳ, καμέτην δέ μοι ἵπποι
  28. λαὸν ἀγειρούσῃ, Πριάμῳ κακὰ τοῖό τε παισίν.
  29. ἕρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.
  30. τὴν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
  31. δαιμονίη τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες
  32. τόσσα κακὰ ῥέζουσιν, ὅ τʼ ἀσπερχὲς μενεαίνεις
  33. Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον;
  34. εἰ δὲ σύ γʼ εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ
  35. ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδας
  36. ἄλλους τε Τρῶας, τότε κεν χόλον ἐξακέσαιο.
  37. ἕρξον ὅπως ἐθέλεις· μὴ τοῦτό γε νεῖκος ὀπίσσω
  38. σοὶ καὶ ἐμοὶ μέγʼ ἔρισμα μετʼ ἀμφοτέροισι γένηται.
  39. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  40. ὁππότε κεν καὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι
  41. τὴν ἐθέλω ὅθι τοι φίλοι ἀνέρες ἐγγεγάασι,
  42. μή τι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλά μʼ ἐᾶσαι·
  43. καὶ γὰρ ἐγὼ σοὶ δῶκα ἑκὼν ἀέκοντί γε θυμῷ·
  44. αἳ γὰρ ὑπʼ ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντι
  45. ναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων,
  46. τάων μοι περὶ κῆρι τιέσκετο Ἴλιος ἱρὴ
  47. καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.
  48. οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης
  49. λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.
  50. τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·
  51. ἤτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες
  52. Ἄργός τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη·
  53. τὰς διαπέρσαι ὅτʼ ἄν τοι ἀπέχθωνται περὶ κῆρι·
  54. τάων οὔ τοι ἐγὼ πρόσθʼ ἵσταμαι οὐδὲ μεγαίρω.
  55. εἴ περ γὰρ φθονέω τε καὶ οὐκ εἰῶ διαπέρσαι,
  56. οὐκ ἀνύω φθονέουσʼ ἐπεὶ ἦ πολὺ φέρτερός ἐσσι.
  57. ἀλλὰ χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον·
  58. καὶ γὰρ ἐγὼ θεός εἰμι, γένος δέ μοι ἔνθεν ὅθεν σοί,
  59. καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτης,
  60. ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις
  61. κέκλημαι, σὺ δὲ πᾶσι μετʼ ἀθανάτοισιν ἀνάσσεις.
  62. ἀλλʼ ἤτοι μὲν ταῦθʼ ὑποείξομεν ἀλλήλοισι,
  63. σοὶ μὲν ἐγώ, σὺ δʼ ἐμοί· ἐπὶ δʼ ἕψονται θεοὶ ἄλλοι
  64. ἀθάνατοι· σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεῖλαι
  65. ἐλθεῖν ἐς Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν,
  66. πειρᾶν δʼ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς
  67. ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.
  68. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε·
  69. αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
  70. αἶψα μάλʼ ἐς στρατὸν ἐλθὲ μετὰ Τρῶας καὶ Ἀχαιούς,
  71. πειρᾶν δʼ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς