Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀλλὰ μάλʼ οὐκ Ἀχιλῆϊ χόλος φρεσίν, ἀλλὰ μεθήμων·
  2. ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο·
  3. ὣς φάτο νεικείων Ἀγαμέμνονα ποιμένα λαῶν,
  4. Θερσίτης· τῷ δʼ ὦκα παρίστατο δῖος Ὀδυσσεύς,
  5. καί μιν ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ·
  6. Θερσῖτʼ ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητής,
  7. ἴσχεο, μηδʼ ἔθελʼ οἶος ἐριζέμεναι βασιλεῦσιν·
  8. οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον βροτὸν ἄλλον
  9. ἔμμεναι, ὅσσοι ἅμʼ Ἀτρεΐδῃς ὑπὸ Ἴλιον ἦλθον.
  10. τὼ οὐκ ἂν βασιλῆας ἀνὰ στόμʼ ἔχων ἀγορεύοις,
  11. καί σφιν ὀνείδεά τε προφέροις, νόστόν τε φυλάσσοις.
  12. οὐδέ τί πω σάφα ἴδμεν ὅπως ἔσται τάδε ἔργα,
  13. ἢ εὖ ἦε κακῶς νοστήσομεν υἷες Ἀχαιῶν.
  14. τὼ νῦν Ἀτρεΐδῃ Ἀγαμέμνονι ποιμένι λαῶν
  15. ἧσαι ὀνειδίζων, ὅτι οἱ μάλα πολλὰ διδοῦσιν
  16. ἥρωες Δαναοί· σὺ δὲ κερτομέων ἀγορεύεις.
  17. ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
  18. εἴ κʼ ἔτι σʼ ἀφραίνοντα κιχήσομαι ὥς νύ περ ὧδε,
  19. μηκέτʼ ἔπειτʼ Ὀδυσῆϊ κάρη ὤμοισιν ἐπείη,
  20. μηδʼ ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην,