Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τὼ γὰρ νεικείεσκε· τότʼ αὖτʼ Ἀγαμέμνονι δίῳ
  2. ὀξέα κεκλήγων λέγʼ ὀνείδεα· τῷ δʼ ἄρʼ Ἀχαιοὶ
  3. ἐκπάγλως κοτέοντο νεμέσσηθέν τʼ ἐνὶ θυμῷ.
  4. αὐτὰρ ὃ μακρὰ βοῶν Ἀγαμέμνονα νείκεε μύθῳ·
  5. Ἀτρεΐδη τέο δʼ αὖτʼ ἐπιμέμφεαι ἠδὲ χατίζεις;
  6. πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες
  7. εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ
  8. πρωτίστῳ δίδομεν εὖτʼ ἂν πτολίεθρον ἕλωμεν.
  9. ἦ ἔτι καὶ χρυσοῦ ἐπιδεύεαι, ὅν κέ τις οἴσει
  10. Τρώων ἱπποδάμων ἐξ Ἰλίου υἷος ἄποινα,
  11. ὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν,
  12. ἠὲ γυναῖκα νέην, ἵνα μίσγεαι ἐν φιλότητι,
  13. ἥν τʼ αὐτὸς ἀπονόσφι κατίσχεαι; οὐ μὲν ἔοικεν
  14. ἀρχὸν ἐόντα κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν.
  15. ὦ πέπονες κάκʼ ἐλέγχεʼ Ἀχαιΐδες οὐκέτʼ Ἀχαιοὶ
  16. οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα, τόνδε δʼ ἐῶμεν
  17. αὐτοῦ ἐνὶ Τροίῃ γέρα πεσσέμεν, ὄφρα ἴδηται
  18. ἤ ῥά τί οἱ χἠμεῖς προσαμύνομεν ἦε καὶ οὐκί·
  19. ὃς καὶ νῦν Ἀχιλῆα ἕο μέγʼ ἀμείνονα φῶτα
  20. ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.