Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι
  • ἀνδράσι παυροτέροισι, τέλος δʼ οὔ πώ τι πέφανται·
  • εἴ περ γάρ κʼ ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τε
  • ὅρκια πιστὰ ταμόντες ἀριθμηθήμεναι ἄμφω,
  • Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσσοι ἔασιν,
  • ἡμεῖς δʼ ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί,
  • Τρώων δʼ ἄνδρα ἕκαστοι ἑλοίμεθα οἰνοχοεύειν,
  • πολλαί κεν δεκάδες δευοίατο οἰνοχόοιο.
  • τόσσον ἐγώ φημι πλέας ἔμμεναι υἷας Ἀχαιῶν
  • Τρώων, οἳ ναίουσι κατὰ πτόλιν· ἀλλʼ ἐπίκουροι
  • πολλέων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες ἔασιν,
  • οἵ με μέγα πλάζουσι καὶ οὐκ εἰῶσʼ ἐθέλοντα
  • Ἰλίου ἐκπέρσαι εὖ ναιόμενον πτολίεθρον.
  • ἐννέα δὴ βεβάασι Διὸς μεγάλου ἐνιαυτοί,
  • καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται·
  • αἳ δέ που ἡμέτεραί τʼ ἄλοχοι καὶ νήπια τέκνα
  • εἵατʼ ἐνὶ μεγάροις ποτιδέγμεναι· ἄμμι δὲ ἔργον
  • αὔτως ἀκράαντον οὗ εἵνεκα δεῦρʼ ἱκόμεσθα.
  • ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
  • φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·