Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τώ κʼ οὐ τόσσοι Ἀχαιοὶ ὀδὰξ ἕλον ἄσπετον οὖδας
  2. δυσμενέων ὑπὸ χερσὶν ἐμεῦ ἀπομηνίσαντος.
  3. Ἕκτορι μὲν καὶ Τρωσὶ τὸ κέρδιον· αὐτὰρ Ἀχαιοὺς
  4. δηρὸν ἐμῆς καὶ σῆς ἔριδος μνήσεσθαι ὀΐω.
  5. ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ
  6. θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ·
  7. νῦν δʼ ἤτοι μὲν ἐγὼ παύω χόλον, οὐδέ τί με χρὴ
  8. ἀσκελέως αἰεὶ μενεαινέμεν· ἀλλʼ ἄγε θᾶσσον
  9. ὄτρυνον πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς,
  10. ὄφρʼ ἔτι καὶ Τρώων πειρήσομαι ἀντίον ἐλθὼν
  11. αἴ κʼ ἐθέλωσʼ ἐπὶ νηυσὶν ἰαύειν· ἀλλά τινʼ οἴω
  12. ἀσπασίως αὐτῶν γόνυ κάμψειν, ὅς κε φύγῃσι
  13. δηΐου ἐκ πολέμοιο ὑπʼ ἔγχεος ἡμετέροιο.
  14. ὣς ἔφαθʼ, οἳ δʼ ἐχάρησαν ἐϋκνήμιδες Ἀχαιοὶ
  15. μῆνιν ἀπειπόντος μεγαθύμου Πηλεΐωνος.
  16. τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
  17. αὐτόθεν ἐξ ἕδρης, οὐδʼ ἐν μέσσοισιν ἀναστάς·
  18. ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
  19. ἑσταότος μὲν καλὸν ἀκούειν, οὐδὲ ἔοικεν
  20. ὑββάλλειν· χαλεπὸν γὰρ ἐπισταμένῳ περ ἐόντι.