Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. θώρηκές τε κραταιγύαλοι καὶ μείλινα δοῦρα.
  2. αἴγλη δʼ οὐρανὸν ἷκε, γέλασσε δὲ πᾶσα περὶ χθὼν
  3. χαλκοῦ ὑπὸ στεροπῆς· ὑπὸ δὲ κτύπος ὄρνυτο ποσσὶν
  4. ἀνδρῶν· ἐν δὲ μέσοισι κορύσσετο δῖος Ἀχιλλεύς.
  5. τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε, τὼ δέ οἱ ὄσσε
  6. λαμπέσθην ὡς εἴ τε πυρὸς σέλας, ἐν δέ οἱ ἦτορ
  7. δῦνʼ ἄχος ἄτλητον· ὃ δʼ ἄρα Τρωσὶν μενεαίνων
  8. δύσετο δῶρα θεοῦ, τά οἱ Ἥφαιστος κάμε τεύχων.
  9. κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
  10. καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·
  11. δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν.
  12. ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον
  13. χάλκεον· αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε
  14. εἵλετο, τοῦ δʼ ἀπάνευθε σέλας γένετʼ ἠΰτε μήνης.
  15. ὡς δʼ ὅτʼ ἂν ἐκ πόντοιο σέλας ναύτῃσι φανήῃ
  16. καιομένοιο πυρός, τό τε καίεται ὑψόθʼ ὄρεσφι
  17. σταθμῷ ἐν οἰοπόλῳ· τοὺς δʼ οὐκ ἐθέλοντας ἄελλαι
  18. πόντον ἐπʼ ἰχθυόεντα φίλων ἀπάνευθε φέρουσιν·
  19. ὣς ἀπʼ Ἀχιλλῆος σάκεος σέλας αἰθέρʼ ἵκανε
  20. καλοῦ δαιδαλέου· περὶ δὲ τρυφάλειαν ἀείρας