Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. αἶψα δʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
  2. τέκνον ἐμόν, δὴ πάμπαν ἀποίχεαι ἀνδρὸς ἑῆος.
  3. ἦ νύ τοι οὐκέτι πάγχυ μετὰ φρεσὶ μέμβλετʼ Ἀχιλλεύς;
  4. κεῖνος ὅ γε προπάροιθε νεῶν ὀρθοκραιράων
  5. ἧσται ὀδυρόμενος ἕταρον φίλον· οἳ δὲ δὴ ἄλλοι
  6. οἴχονται μετὰ δεῖπνον, ὃ δʼ ἄκμηνος καὶ ἄπαστος.
  7. ἀλλʼ ἴθι οἱ νέκτάρ τε καὶ ἀμβροσίην ἐρατεινὴν
  8. στάξον ἐνὶ στήθεσσʼ, ἵνα μή μιν λιμὸς ἵκηται.
  9. ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην·
  10. ἣ δʼ ἅρπῃ ἐϊκυῖα τανυπτέρυγι λιγυφώνῳ
  11. οὐρανοῦ ἐκκατεπᾶλτο διʼ αἰθέρος. αὐτὰρ Ἀχαιοὶ
  12. αὐτίκα θωρήσσοντο κατὰ στρατόν· ἣ δʼ Ἀχιλῆϊ
  13. νέκταρ ἐνὶ στήθεσσι καὶ ἀμβροσίην ἐρατεινὴν
  14. στάξʼ, ἵνα μή μιν λιμὸς ἀτερπὴς γούναθʼ ἵκοιτο·
  15. αὐτὴ δὲ πρὸς πατρὸς ἐρισθενέος πυκινὸν δῶ
  16. ᾤχετο, τοὶ δʼ ἀπάνευθε νεῶν ἐχέοντο θοάων.
  17. ὡς δʼ ὅτε ταρφειαὶ νιφάδες Διὸς ἐκποτέονται
  18. ψυχραὶ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο,
  19. ὣς τότε ταρφειαὶ κόρυθες λαμπρὸν γανόωσαι
  20. νηῶν ἐκφορέοντο καὶ ἀσπίδες ὀμφαλόεσσαι